← デモステネス

第四弁論 ピリッポス弾劾 第一演説

§15-22

艦隊の即応体制と常設軍編成の提案

デモステネスは、不測の事態に迅速に対応するために必要な50隻の三段櫂船の準備と市民自身の従軍を提案し、さらに常にフィリッポスに打撃を与えるための常設軍(歩兵2000人、騎兵200人、快速船10隻)の具体的な構成を提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§15

ἀλλʼ ὃς ἂν δείξῃ1 τίς πορισθεῖσα παρασκευὴ καὶ πόση καὶ πόθεν διαμεῖναι δυνήσεται, ἕως ἂν ἢ διαλυσώμεθα πεισθέντες τὸν πόλεμον ἢ περιγενώμεθα τῶν ἐχθρῶν· οὕτω γὰρ οὐκέτι τοῦ λοιποῦ πάσχοιμεν ἂν κακῶς. οἶμαι τοίνυν ἐγὼ ταῦτα λέγειν ἔχειν, μὴ κωλύων εἴ τις ἄλλος ἐπαγγέλλεταί τι. ἡ μὲν οὖν ὑπόσχεσις οὕτω μεγάλη, τὸ δὲ πρᾶγμʼ ἤδη τὸν ἔλεγχον δώσει· κριταὶ δʼ ὑμεῖς ἔσεσθε.

そうではなく、どのような備えが用意され、どれほどの規模で、どこから資金を得て、我々が説得されて和解し戦争を終わらせるか、あるいは敵に打ち勝つまで持ちこたえうるかを示す者こそが、最も必要にかなった発言をする者なのです。そうすれば、我々はもはや将来にわたって苦痛を被ることはないでしょうから。そこで、私はこれらのことを語ることができると考えていますが、他の誰かが何かを約束するのを妨げるものではありません。私の約束はこのように大きいものですが、事柄そのものが今すぐ検証を与えるでしょう。そして判断を下すのは諸君です。

§16

πρῶτον μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τριήρεις πεντήκοντα παρασκευάσασθαι φημὶ δεῖν, εἶτʼ αὐτοὺς οὕτω τὰς γνώμας ἔχειν ὡς, ἐάν τι δέῃ, πλευστέον εἰς ταύτας αὐτοῖς ἐμβᾶσιν.2 πρὸς δὲ τούτοις τοῖς ἡμίσεσιν τῶν ἱππέων ἱππαγωγοὺς τριήρεις καὶ πλοῖʼ ἱκανὰ εὐτρεπίσαι κελεύω.

まず第一に、アテナイの諸君、私は三段櫂船50隻を準備せねばならず、次いで、もし必要が生じたなら、諸君自らがこれらの船に乗り込んで航海しなければならないという心構えを、自ら持つべきであると主張します。さらに、騎兵の半数のために、馬匹輸送用三段櫂船と十分な数の輸送船を用意することを私は要求します。

§17

ταῦτα μὲν οἶμαι δεῖν ὑπάρχειν ἐπὶ τὰς ἐξαίφνης ταύτας ἀπὸ τῆς οἰκείας χώρας αὐτοῦ στρατείας εἰς Πύλας καὶ Χερρόνησον καὶ Ὄλυνθον καὶ ὅποι βούλεται· δεῖ γὰρ ἐκείνῳ τοῦτʼ ἐν τῇ γνώμῃ παραστῆσαι, ὡς ὑμεῖς ἐκ τῆς ἀμελείας ταύτης τῆς ἄγαν, ὥσπερ εἰς Εὔβοιαν καὶ πρότερόν ποτέ φασιν εἰς Ἁλίαρτον καὶ τὰ τελευταῖα πρώην εἰς Πύλας, ἴσως ἂν ὁρμήσαιτε—

これらの備えは、彼が自国からテルモピュライ、ヘルソネソス、オリントス、その他彼の望むところへ突然行う遠征に備えて、あらかじめ確保されているべきであると私は考えます。というのも、諸君がこの過度の怠慢から抜け出して、あたかもエウボイアへ、また以前にかつて言われているようにハリアルトスへ、そしてつい最近の最後にはテルモピュライへ赴いたように、突如出撃するかもしれないということを、彼の心に植え付けねばならないからです。

§18

οὔτοι παντελῶς, οὐδʼ εἰ μὴ ποιήσαιτʼ ἂν τοῦτο,3 ὡς ἔγωγέ φημι δεῖν, εὐκαταφρόνητόν ἐστιν—ἵνʼ ἢ διὰ τὸν φόβον εἰδὼς εὐτρεπεῖς ὑμᾶς (εἴσεται γὰρ ἀκριβῶς· εἰσὶ γάρ, εἰσὶν οἱ πάντʼ ἐξαγγέλλοντες ἐκείνῳ παρʼ ἡμῶν αὐτῶν πλείους τοῦ δέοντος) ἡσυχίαν ἔχῃ, ἢ παριδὼν ταῦτʼ ἀφύλακτος ληφθῇ, μηδενὸς ὄντος ἐμποδὼν πλεῖν ἐπὶ τὴν ἐκείνου χώραν ὑμῖν, ἂν ἐνδῷ καιρόν.

諸君が、私がなすべきだと言う通りにそれを実行しないとしても、これは決して完全に軽視すべきことではありません。それは、彼が諸君の準備が整っていることを知って(彼は正確に知るでしょう。なぜなら、我々自身の中から彼にあらゆることを報告する者が、必要以上に多く存在するからです)恐れのために静観するか、あるいはこれらを軽視して油断しているところを捕らえられるようにするためです。彼が好機を提供するなら、諸君が彼の国へと航行するのを妨げるものは何もないのですから。

§19

ταῦτα μέν ἐστιν ἃ πᾶσι δεδόχθαι φημὶ δεῖν καὶ παρεσκευάσθαι προσήκειν οἴομαι· πρὸ δὲ τούτων δύναμίν τινʼ, ὦ ἄνδρες Ἀθηναῖοι, φημὶ προχειρίσασθαι δεῖν ὑμᾶς, ἣ συνεχῶς πολεμήσει καὶ κακῶς ἐκεῖνον ποιήσει. μή μοι μυρίους4 μηδὲ δισμυρίους ξένους, μηδὲ τὰς ἐπιστολιμαίους ταύτας δυνάμεις, ἀλλʼ ἣ τῆς πόλεως ἔσται, κἂν ὑμεῖς ἕνα κἂν πλείους κἂν τὸν δεῖνα κἂν ὁντινοῦν χειροτονήσητε στρατηγόν, τούτῳ πείσεται καὶ ἀκολουθήσει.

これらは、全員によって決議されているべきであり、準備されるのがふさわしいと私が考える事柄です。しかし、アテナイの諸君、これらに先立って、諸君は絶えず戦争を行い、あの男に打撃を与えるある程度の兵力を手元に用意すべきであると私は主張します。私に、1万人や2万人の傭兵だとか、あるいはあの書面上の軍隊などを提案しないでください。そうではなく、我が城邦の軍隊であり、諸君が一人の将軍、あるいは数人、あるいは誰それ、あるいは誰であれ選出した将軍に、服従し従うような軍隊を提案してください。

§20

καὶ τροφὴν ταύτῃ πορίσαι κελεύω. ἔσται δʼ αὕτη τίς ἡ δύναμις καὶ πόση, καὶ πόθεν τὴν τροφὴν ἕξει, καὶ πῶς ταῦτʼ ἐθελήσει ποιεῖν; ἐγὼ φράσω, καθʼ ἕκαστον τούτων διεξιὼν χωρίς. ξένους μὲν λέγω—καὶ ὅπως μὴ ποιήσεθʼ5 ὃ πολλάκις ὑμᾶς ἔβλαψεν· πάντʼ ἐλάττω νομίζοντες εἶναι τοῦ δέοντος, καὶ τὰ μέγιστʼ ἐν τοῖς ψηφίσμασιν αἱρούμενοι, ἐπὶ τῷ πράττειν οὐδὲ τὰ μικρὰ ποιεῖτε· ἀλλὰ τὰ μικρὰ ποιήσαντες καὶ πορίσαντες τούτοις προστίθετε, ἂν ἐλάττω φαίνηται.

そして、この軍隊のために糧食を調達することを私は要求します。では、この軍隊とはどのようなもので、規模はどれほどで、どこから糧食を得て、どのようにこれらの行動を実行しようとするのでしょうか。私はこれらの一つ一つについて個別に説明しましょう。まず傭兵について語ります。そして、諸君にしばしば害を与えた次のことを行わないように気をつけてください。すなわち、すべてを必要以下であると考え、民会決議では最大規模のものを採択しながら、実行の段階では小さなことさえ行わないということを。そうではなく、小さなことを行い、調達した上で、もしそれが少なすぎると思われるなら、それらに付け加えていきなさい。

§21

λέγω δὴ τοὺς πάντας στρατιώτας δισχιλίους, τούτων δʼ Ἀθηναίους φημὶ δεῖν εἶναι πεντακοσίους, ἐξ ἧς ἄν τινος ὑμῖν ἡλικίας καλῶς ἔχειν δοκῇ, χρόνον τακτὸν στρατευομένους, μὴ μακρὸν τοῦτον, ἀλλʼ ὅσον ἂν δοκῇ καλῶς ἔχειν, ἐκ διαδοχῆς ἀλλήλοις· τοὺς δʼ ἄλλους ξένους εἶναι κελεύω. καὶ μετὰ τούτων ἱππέας διακοσίους, καὶ τούτων πεντήκοντʼ Ἀθηναίους τοὐλάχιστον, ὥσπερ τοὺς πεζούς, τὸν αὐτὸν τρόπον στρατευομένους· καὶ ἱππαγωγοὺς τούτοις.

そこで私は、兵士の総数を2000人と提案します。そして、そのうち500人はアテナイ人であるべきだと私は主張します。諸君が適切であると考える年齢層から、規定の期間、それほど長くはないが適切と思われる期間、互いに交代で従軍するアテナイ人です。その他の者は傭兵であることを要求します。さらに、彼らとともに騎兵200人、そのうち少なくとも50人はアテナイ人とし、歩兵と同様に同じ方法で従軍するものとします。そして、彼らのための馬匹輸送船も。

§22

εἶεν· τί πρὸς τούτοις ἔτι; ταχείας τριήρεις δέκα· δεῖ γάρ, ἔχοντος ἐκείνου ναυτικόν, καὶ ταχειῶν τριήρων ἡμῖν, ὅπως ἀσφαλῶς ἡ δύναμις πλέῃ. πόθεν δὴ τούτοις ἡ τροφὴ γενήσεται; ἐγὼ καὶ τοῦτο φράσω καὶ δείξω, ἐπειδάν, διότι τηλικαύτην ἀποχρῆν οἶμαι τὴν δύναμιν καὶ πολίτας τοὺς στρατευομένους εἶναι κελεύω, διδάξω.

よろしい。これらに加えてさらに何が必要でしょうか。快速三段櫂船10隻です。なぜなら、彼が海軍を擁している以上、我が方の軍隊が安全に航行するために、我々にも快速三段櫂船が必要だからです。では、これらの兵力のための糧食はどこから生み出されるのでしょうか。私は、なぜこれほどの規模の軍隊で十分であると私が考えるのか、またなぜ従軍する者を市民にすべきだと要求するのかを説明した後に、このことも語り、示しましょう。

構文注5 件
  1. 15ἀλλʼ ὃς ἂν δείξῃ

    先行詞(例えば οὗτος μάλιστα εἰς δέον λέγει)が省略された関係節。直前の §14 の末尾にある「迅速に今日すぐにと述べる人々が最も必要にかなった発言をしているわけではない」という文脈と対比され、「そうではなく、以下を示す人こそが(最も必要にかなった発言をする者なのである)」と続く構文。

  2. 16πλευστέον εἰς ταύτας αὐτοῖς ἐμβᾶσιν

    形容動詞 πλευστέον(πλέω「航海する」の動形容詞中性単数、非人称表現)に、行為者を示す与格 αὐτοῖς(アテナイ人自身)が伴う。「彼ら自身がこれらに乗り込んで航海しなければならない」の意。分詞 ἐμβᾶσιν(ἐμβαίνω「乗り込む」のアオリスト能動態分詞男性複数与格)は αὐτοῖς に呼応している。

  3. 18οὐδʼ εἰ μὴ ποιήσαιτʼ ἂν τοῦτο

    条件節 εἴ 内に ἄν +希求法(ποιήσαιτε ἄν)が用いられている。これは、単なる仮定条件ではなく、潜在的な可能性や「〜することなどないだろうが」という話し手の主観的な推測を条件節に含める特殊な用法である。

  4. 19μή μοι μυρίους

    動詞(例えば λέγετε「語る」や ποιήσητε「作る」など)が省略され、与格 μοι と対格の目的語(μυρίους... ξένους)が残された、強い拒絶や命令を表す慣用表現。「私に対して〜を語らないでくれ」あるいは「私に〜を提示しないでくれ」の意。

  5. 20ὅπως μὴ ποιήσεθʼ

    ὅπως μὴ +未来直説法(ποιήσετε)による強い警告、または「〜しないよう気をつけなさい」という命令・命令的勧告を表す構文。主節の「注意せよ」(例えば σκοπεῖτε)などの動詞が省略されている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0014.tlg004.humanitext-grc2:15-22