§8τί οὖν ὑπόλοιπον, ὦ ἄνδρες Ἀθηναῖοι, πλὴν βοηθεῖν ἐρρωμένως καὶ προθύμως;
雅典的公民们,除了尽全力且热切地提供援助之外,还剩下什么呢?
ἐγὼ μὲν οὐχ ὁρῶ·
我个人是看不出别的办法。
χωρὶς γὰρ τῆς περιστάσης ἂν ἡμᾶς αἰσχύνης, εἰ καθυφείμεθά τι τῶν πραγμάτων, οὐδὲ τὸν φόβον, ὦ ἄνδρες Ἀθηναῖοι, μικρὸν ὁρῶ τὸν τῶν μετὰ ταῦτα, ἐχόντων μὲν ὡς ἔχουσι Θηβαίων ἡμῖν, ἀπειρηκότων δὲ χρήμασι Φωκέων, μηδενὸς δʼ ἐμποδὼν ὄντος Φιλίππῳ τὰ παρόντα καταστρεψαμένῳ πρὸς ταῦτʼ ἐπικλῖναι τὰ πράγματα.
因为,如果我们对局势有丝毫怠慢,且不说那将笼罩我们的耻辱,在我看来,雅典的公民们,随之而来的恐惧也绝非小事——尤其是当底比斯人对我们怀有目前的态度,福基斯人资金耗尽,而腓力在平定眼前的局势后,没有任何人能阻挡他将矛头转向我们。
§9ἀλλὰ μὴν εἴ τις ὑμῶν εἰς τοῦτʼ ἀναβάλλεται ποιήσειν τὰ δέοντα, ἰδεῖν ἐγγύθεν βούλεται τὰ δεινά, ἐξὸν ἀκούειν ἄλλοθι γιγνόμενα, καὶ βοηθοὺς ἑαυτῷ ζητεῖν, ἐξὸν νῦν ἑτέροις αὐτὸν βοηθεῖν·
然而,如果你们中有人要把履行职责拖延到那个时候,那他就是宁愿在近处目睹恐怖,而明明本可以在别处听到它们发生;他就是宁愿在现在本可以援助他人的时候,反去为自己寻找援助者。
ὅτι γὰρ εἰς τοῦτο περιστήσεται τὰ πράγματα, ἐὰν τὰ παρόντα προώμεθα, σχεδὸν ἴσμεν ἅπαντες δήπου.
因为如果放弃当前的机会,局势必将陷入这种境地,这一点我们几乎所有人大概都很清楚。
§10ἀλλʼ ὅτι μὲν δὴ δεῖ βοηθεῖν, εἴποι τις ἄν, πάντες ἐγνώκαμεν, καὶ βοηθήσομεν· τὸ δʼ ὅπως, τοῦτο λέγε.
也许有人会说:“可是,我们大家都知道必须援助,而且我们也准备援助;但你倒说说该怎么做。
μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, θαυμάσητε, ἂν παράδοξον εἴπω τι τοῖς πολλοῖς.
”那么,雅典的公民们,如果我说了些有悖于多数人常识的话,请不要惊讶。
νομοθέτας καθίσατε.
请任命立法委员。
ἐν δὲ τούτοις τοῖς νομοθέταις μὴ θῆσθε νόμον μηδένα (εἰσὶ γὰρ ὑμῖν ἱκανοί), ἀλλὰ τοὺς εἰς τὸ παρὸν βλάπτοντας ὑμᾶς λύσατε.
但在这些立法委员中,不要制定任何新的法律(因为你们的法律已经足够了),而是要废除那些在目前对你们有害的法律。
§11λέγω τοὺς περὶ τῶν θεωρικῶν, σαφῶς οὑτωσί, καὶ τοὺς περὶ τῶν στρατευομένων ἐνίους, ὧν οἱ μὲν τὰ στρατιωτικὰ τοῖς οἴκοι μένουσι διανέμουσι θεωρικά, οἱ δὲ τοὺς ἀτακτοῦντας ἀθῴους καθιστᾶσιν, εἶτα καὶ τοὺς τὰ δέοντα ποιεῖν βουλομένους ἀθυμοτέρους ποιοῦσιν.
我指的是那些关于观剧津贴的法律,我就这样直截了当地说了,以及关于服兵役的部分法律;这些法律中,有的把军费作为观剧津贴分发给留守家里的人,有的则让违纪者免受惩罚,进而使那些想要履行职责的人更加心灰意冷。
ἐπειδὰν δὲ ταῦτα λύσητε καὶ τὴν τοῦ τὰ βέλτιστα λέγειν ὁδὸν παράσχητʼ ἀσφαλῆ, τηνικαῦτα τὸν γράψονθʼ ἃ πάντες ἴσθʼ ὅτι συμφέρει ζητεῖτε.
只有当你们废除了这些法律,并使发表最善之言的道路变得安全时,届时再去寻找那个会写下大家都知道是有利之提案的人。
§12πρὶν δὲ ταῦτα πρᾶξαι, μὴ σκοπεῖτε τίς εἰπὼν τὰ βέλτισθʼ ὑπὲρ ὑμῶν ὑφʼ ὑμῶν ἀπολέσθαι βουλήσεται·
但在做这件事之前,不要去指望有谁会愿意为了替你们说出最善之言而甘愿被你们毁灭。
οὐ γὰρ εὑρήσετε, ἄλλως τε καὶ τούτου μόνου περιγίγνεσθαι μέλλοντος, παθεῖν ἀδίκως τι κακὸν τὸν ταῦτʼ εἰπόντα καὶ γράψαντα, μηδὲν δʼ ὠφελῆσαι τὰ πράγματα, ἀλλὰ καὶ εἰς τὸ λοιπὸν μᾶλλον ἔτʼ ἢ νῦν τὸ τὰ βέλτιστα λέγειν φοβερώτερον ποιῆσαι.
因为你们是找不到这样的人的,特别是考虑到唯一的后果只能是:说出并写下这些话的人将不公正地遭受某种祸害,对局势却毫无益处,反而使今后发表最善之言变得比现在更加令人畏惧。
καὶ λύειν γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς νόμους δεῖ τούτους τοὺς αὐτοὺς ἀξιοῦν οἵπερ καὶ τεθήκασιν·
而且,雅典的公民们,废除这些法律,必须要求那些曾经制定它们的人自己来做。
§13οὐ γάρ ἐστι δίκαιον, τὴν μὲν χάριν, ἣ πᾶσαν ἔβλαπτε τὴν πόλιν, τοῖς τότε θεῖσιν ὑπάρχειν, τὴν δʼ ἀπέχθειαν, διʼ ἧς ἂν ἅπαντες ἄμεινον πράξαιμεν, τῷ νῦν τὰ βέλτιστʼ εἰπόντι ζημίαν γενέσθαι.
因为,那损害了整个城邦的“恩惠”留给当年的制定者,而能使我们大家境况变好的“怨恨”却成为如今发表最善之言者的惩罚,这显然是不公正的。
πρὶν δὲ ταῦτʼ εὐτρεπίσαι, μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι, μηδένʼ ἀξιοῦτε τηλικοῦτον εἶναι παρʼ ὑμῖν ὥστε τοὺς νόμους τούτους παραβάντα μὴ δοῦναι δίκην, μηδʼ οὕτως ἀνόητον ὥστʼ εἰς προῦπτον κακὸν αὑτὸν ἐμβαλεῖν.
在整顿好这些事情之前,雅典的公民们,决不要要求你们中间有任何人强大到可以违反这些法律而不受惩罚,也不要指望有谁会愚蠢到把自己投向显而易见的灾祸之中。
§14οὐ μὴν οὐδʼ ἐκεῖνό γʼ ὑμᾶς ἀγνοεῖν δεῖ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ψήφισμʼ οὐδενὸς ἄξιόν ἐστιν, ἂν μὴ προσγένηται τὸ ποιεῖν ἐθέλειν τά γε δόξαντα προθύμως.
雅典的公民们,你们也绝不能忽视这一点:如果不同时具备热切实行已决议之事的意志,那么法令就毫无价值。
εἰ γὰρ αὐτάρκη τὰ ψηφίσματʼ ἦν ἢ ὑμᾶς ἀναγκάζειν ἃ προσήκει πράττειν ἢ περὶ ὧν γραφείη διαπράξασθαι, οὔτʼ ἂν ὑμεῖς πολλὰ ψηφιζόμενοι μικρά, μᾶλλον δʼ οὐδὲν ἐπράττετε τούτων, οὔτε Φίλιππος τοσοῦτον ὑβρίκει χρόνον· πάλαι γὰρ ἂν εἵνεκά γε ψηφισμάτων ἐδεδώκει δίκην.
因为如果法令本身就足以强迫你们履行应尽的职责,或者能自动完成其所写明的事情,那么你们就不会在通过了那么多法令的同时,却几乎什么也没做,甚至根本没做,腓力也不会嚣张了这么长时间;因为如果仅凭法令,他早就该受到惩罚了。
§15ἀλλʼ οὐχ οὕτω ταῦτʼ ἔχει·
但事实并非如此。
τὸ γὰρ πράττειν τοῦ λέγειν καὶ χειροτονεῖν ὕστερον ὂν τῇ τάξει, πρότερον τῇ δυνάμει καὶ κρεῖττόν ἐστιν.
因为“实行”虽然在顺序上迟于“演说”和“投票”,但在力量上却是领先且更优越的。
τοῦτʼ οὖν δεῖ προσεῖναι, τὰ δʼ ἄλλʼ ὑπάρχει·
因此,必须加上“实行”这一条,而其他条件都已具备。
καὶ γὰρ εἰπεῖν τὰ δέοντα παρʼ ὑμῖν εἰσιν, ὦ ἄνδρες Ἀθηναῖοι, δυνάμενοι, καὶ γνῶναι πάντων ὑμεῖς ὀξύτατοι τὰ ῥηθέντα, καὶ πρᾶξαι δὲ δυνήσεσθε νῦν, ἐὰν ὀρθῶς ποιῆτε.
因为,雅典的公民们,在你们中间有能力说出必要之言的人是存在的,而你们在理解所说之言方面又是最敏锐的,只要你们做得正确,现在你们也完全有能力去实行。