← デモステネス

第三弁論 オリュントス情勢 第三演説

§8-15

有害な法律の廃止とオリントス救援の決行

デモステネスは、アテナイ市民にオリントスへの迅速な軍事支援を訴えるとともに、その足かせとなっている観劇手当(テオーリカ)等に関する有害な法律の廃止と、決議を確実に実行に移す行動力を強く求めている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

τί οὖν ὑπόλοιπον, ὦ ἄνδρες Ἀθηναῖοι, πλὴν βοηθεῖν ἐρρωμένως καὶ προθύμως; ἐγὼ μὲν οὐχ ὁρῶ· χωρὶς γὰρ τῆς περιστάσης ἂν ἡμᾶς αἰσχύνης,1 εἰ καθυφείμεθά τι τῶν πραγμάτων, οὐδὲ τὸν φόβον, ὦ ἄνδρες Ἀθηναῖοι, μικρὸν ὁρῶ τὸν τῶν μετὰ ταῦτα, ἐχόντων μὲν ὡς ἔχουσι Θηβαίων ἡμῖν, ἀπειρηκότων δὲ χρήμασι Φωκέων, μηδενὸς δʼ ἐμποδὼν ὄντος Φιλίππῳ τὰ παρόντα καταστρεψαμένῳ πρὸς ταῦτʼ ἐπικλῖναι τὰ πράγματα.

アテナイの皆さん、強力かつ熱意をもって援助すること以外に、一体何が残されているでしょうか。私には何も見えません。というのも、もし私たちが事態を少しでも怠るなら、私たちを包み込むであろう恥辱は別としても、その後に生じる恐怖もまた、決して小さくはないと私には思えるからです。テーバイ人が私たちに対して現状のような敵対的態度を取り続け、フォキス人が資金難に喘ぎ、フィリッポスが現在の敵を制圧した後にこれらの事態に矛先を向けるのを妨げる者が誰もいない状況においては。

§9

ἀλλὰ μὴν εἴ τις ὑμῶν εἰς τοῦτʼ ἀναβάλλεται ποιήσειν τὰ δέοντα, ἰδεῖν ἐγγύθεν βούλεται τὰ δεινά, ἐξὸν2 ἀκούειν ἄλλοθι γιγνόμενα, καὶ βοηθοὺς ἑαυτῷ ζητεῖν, ἐξὸν νῦν ἑτέροις αὐτὸν βοηθεῖν· ὅτι γὰρ εἰς τοῦτο περιστήσεται τὰ πράγματα, ἐὰν τὰ παρόντα προώμεθα, σχεδὸν ἴσμεν ἅπαντες δήπου.

しかし、もしあなたがたのうち誰かが、なすべきことを行うのをこの段階に至るまで先延ばしにするなら、他所で起こっている恐ろしい出来事を聞くことができるのに、自らそれを間近で見ることを望み、今や自らが他者を援助できるのに、自らのための援助者を求めることを望んでいるのです。なぜなら、もし私たちが現状を見捨てるなら、事態がこのような結果に陥るであろうことは、おそらく私たち全員がほぼ分かっているからです。

§10

ἀλλʼ ὅτι μὲν δὴ δεῖ βοηθεῖν, εἴποι τις ἄν, πάντες ἐγνώκαμεν, καὶ βοηθήσομεν· τὸ δʼ ὅπως, τοῦτο λέγε. μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, θαυμάσητε, ἂν παράδοξον εἴπω τι τοῖς πολλοῖς. νομοθέτας καθίσατε. ἐν δὲ τούτοις τοῖς νομοθέταις μὴ θῆσθε νόμον μηδένα (εἰσὶ γὰρ ὑμῖν ἱκανοί), ἀλλὰ τοὺς εἰς τὸ παρὸν βλάπτοντας ὑμᾶς λύσατε.

「しかし、援助しなければならないことは皆分かっているし、援助するつもりだ。だが、どのようにしてか、それを語ってくれ」と誰かが言うかもしれません。それゆえ、アテナイの皆さん、もし私が多くの人々にとって思いがけないことを語るとしても、驚かないでください。法制定委員を任命しなさい。しかし、これら法制定委員において、いかなる法も新たに制定してはなりません(あなたがたには十分な法があるからです)。そうではなく、現在あなたがたに害を及ぼしている法を廃止しなさい。

§11

λέγω τοὺς περὶ τῶν θεωρικῶν, σαφῶς οὑτωσί, καὶ τοὺς περὶ τῶν στρατευομένων ἐνίους, ὧν οἱ μὲν τὰ στρατιωτικὰ τοῖς οἴκοι μένουσι διανέμουσι θεωρικά,3 οἱ δὲ τοὺς ἀτακτοῦντας ἀθῴους καθιστᾶσιν, εἶτα καὶ τοὺς τὰ δέοντα ποιεῖν βουλομένους ἀθυμοτέρους ποιοῦσιν. ἐπειδὰν δὲ ταῦτα λύσητε καὶ τὴν τοῦ τὰ βέλτιστα λέγειν ὁδὸν παράσχητʼ ἀσφαλῆ, τηνικαῦτα τὸν γράψονθʼ ἃ πάντες ἴσθʼ ὅτι συμφέρει ζητεῖτε.

はっきりとこのように言いますが、観劇手当に関する法、そして軍役に関するいくつかの法のことです。それらの法のうち、あるものは軍事資金を居残り組に観劇手当として分配し、他のものは軍規を乱す者を無罪放免とし、さらには、なすべきことをしようと望む人々を落胆させているのです。あなたがたがこれらを廃止し、最善を語るための道を安全なものにしたときにこそ、すべての人々が有益であると知っていることを提案してくれる者を求めなさい。

§12

πρὶν δὲ ταῦτα πρᾶξαι, μὴ σκοπεῖτε τίς εἰπὼν τὰ βέλτισθʼ ὑπὲρ ὑμῶν ὑφʼ ὑμῶν ἀπολέσθαι βουλήσεται· οὐ γὰρ εὑρήσετε, ἄλλως τε καὶ τούτου μόνου περιγίγνεσθαι μέλλοντος,4 παθεῖν ἀδίκως τι κακὸν τὸν ταῦτʼ εἰπόντα καὶ γράψαντα, μηδὲν δʼ ὠφελῆσαι τὰ πράγματα, ἀλλὰ καὶ εἰς τὸ λοιπὸν μᾶλλον ἔτʼ ἢ νῦν τὸ τὰ βέλτιστα λέγειν φοβερώτερον ποιῆσαι. καὶ λύειν γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς νόμους δεῖ τούτους τοὺς αὐτοὺς ἀξιοῦν οἵπερ καὶ τεθήκασιν·

しかし、これらを行う前に、あなたがたのために最善を語って、あなたがたによって滅ぼされることを誰が望むだろうか、などと考えてはなりません。というのも、そのような者を見出すことはできないでしょうし、とりわけ、それらのことを語り提案する者が不当に何らかの不利益を被るだけで、事態には何ら益とならず、それどころか、将来において最善を語ることを今よりもさらに恐ろしいことにするという結果しか、生じないはずだからです。それに、アテナイの皆さん、これらの法を廃止することは、まさにそれを制定した者たち自身に要求すべきです。

§13

οὐ γάρ ἐστι δίκαιον, τὴν μὲν χάριν, ἣ πᾶσαν ἔβλαπτε τὴν πόλιν, τοῖς τότε θεῖσιν ὑπάρχειν, τὴν δʼ ἀπέχθειαν, διʼ ἧς ἂν ἅπαντες ἄμεινον πράξαιμεν, τῷ νῦν τὰ βέλτιστʼ εἰπόντι ζημίαν γενέσθαι. πρὶν δὲ ταῦτʼ εὐτρεπίσαι, μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι, μηδένʼ ἀξιοῦτε τηλικοῦτον εἶναι παρʼ ὑμῖν ὥστε τοὺς νόμους τούτους παραβάντα μὴ δοῦναι δίκην, μηδʼ οὕτως ἀνόητον ὥστʼ εἰς προῦπτον κακὸν αὑτὸν ἐμβαλεῖν.

なぜなら、国家全体に害を与えた恩恵が当時の制定者たちのもとに留まり、それによって私たち全員がより良く行動できるようになるはずの反感が、今最善を語る者への罰となるのは、正義ではないからです。これらを整える前に、アテナイの皆さん、あなたがたの間で、これらの法を破っても罰を受けないほど偉大な者がいるなどとは決して思ってはなりませんし、自らを明らかな災いに投げ込むほど愚かな者がいるなどとも思ってはなりません。

§14

οὐ μὴν οὐδʼ ἐκεῖνό γʼ ὑμᾶς ἀγνοεῖν δεῖ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ψήφισμʼ οὐδενὸς ἄξιόν ἐστιν, ἂν μὴ προσγένηται τὸ ποιεῖν ἐθέλειν τά γε δόξαντα προθύμως. εἰ γὰρ αὐτάρκη τὰ ψηφίσματʼ ἦν ἢ ὑμᾶς ἀναγκάζειν ἃ προσήκει πράττειν ἢ περὶ ὧν γραφείη διαπράξασθαι, οὔτʼ ἂν ὑμεῖς πολλὰ ψηφιζόμενοι μικρά, μᾶλλον δʼ οὐδὲν ἐπράττετε τούτων, οὔτε Φίλιππος τοσοῦτον ὑβρίκει χρόνον· πάλαι γὰρ ἂν εἵνεκά γε ψηφισμάτων ἐδεδώκει δίκην.

さらにまた、アテナイの皆さん、決議されたことを熱意をもって実行しようとする意志が加わらなければ、民衆決議など何ら価値を持たないということを、あなたがたは知っておかねばなりません。というのも、もし決議が、あなたがたに義務を果たさせるか、あるいは決議された事柄を成し遂げさせる上で、それ自体で十分なものであったなら、あなたがたが多くの決議をしながらほとんど、いや、全く実行しないということはなかったでしょうし、フィリッポスもこれほど長い間、不遜な態度を取り続けることはできなかったでしょう。決議の数だけで言えば、彼はとうの昔に処罰されていたはずですから。

§15

ἀλλʼ οὐχ οὕτω ταῦτʼ ἔχει· τὸ γὰρ πράττειν τοῦ λέγειν καὶ χειροτονεῖν ὕστερον ὂν τῇ τάξει, πρότερον τῇ δυνάμει καὶ κρεῖττόν ἐστιν. τοῦτʼ οὖν δεῖ προσεῖναι, τὰ δʼ ἄλλʼ ὑπάρχει· καὶ γὰρ εἰπεῖν τὰ δέοντα παρʼ ὑμῖν εἰσιν, ὦ ἄνδρες Ἀθηναῖοι, δυνάμενοι, καὶ γνῶναι πάντων ὑμεῖς ὀξύτατοι τὰ ῥηθέντα, καὶ πρᾶξαι δὲ δυνήσεσθε νῦν, ἐὰν ὀρθῶς ποιῆτε.

しかし事態はそうではありません。実行することは、語ることや挙手採決することよりも、順序においては後になりますが、実効力においては先であり、より優れているからです。それゆえ、この実行が加わらねばなりません。その他のことはすでに備わっています。というのも、アテナイの皆さん、あなたがたの間には、なすべきことを語りうる人々がおり、また語られたことを理解する能力においては、あなたがたは誰よりも鋭敏だからです。そして、もし正しく行動するなら、今や実行することもできるはずです。

構文注4 件
  1. 8χωρὶς γὰρ τῆς περιστάσης ἂν ἡμᾶς αἰσχύνης

    接続詞的機能を持つ前置詞 χωρίς(属格支配)の句の中に、条件の小辞 ἄν とアオリスト能動態分詞女性単数属格形 περιστάσης が含まれている。これは潜在・条件を表す ἄν +分詞の用法で、「もし私たちが事態を怠るならば、私たちを取り囲むであろう(恥辱)」という条件節(εἰ καθυφείμεθά τι...)に対応した帰結のニュアンスを分詞自体に帯びさせている。

  2. 9ἐξόν

    非人称動詞 ἔξεστι(可能である)の現在分詞中性単数対格形であり、対格絶対(いわゆる非人称分詞の対格絶対用法)として機能している。「〜することが可能であるのに(実際は可能であったのに)」という譲歩的な意味を表し、後続の不定詞(ἀκούειν / βοηθεῖν)を従える。

  3. 11ὧν οἱ μὲν τὰ στρατιωτικὰ τοῖς οἴκοι μένουσι διανέμουσι θεωρικά

    関係代名詞 ὧν(先行詞は前節の「法律」)から始まる関係節。その内部が οἱ μέν ... οἱ δέ によって二重の対比構造を成している。ὧν は属格支配の分属属格(partitive genitive)的な機能を有し、「それらの法律のうち、あるものは…」と続く。τὰ στρατιωτικὰ(軍事資金)を目的語とし、θεωρικά(観劇手当として)は叙述的述語(あるいは結果の対格)として機能している。

  4. 12ἄλλως τε καὶ τούτου μόνου περιγίγνεσθαι μέλλοντος

    ἄλλως τε καί は「とりわけ、殊に(especially)」を意味する重要慣用句。続く τούτου μόνου περιγίγνεσθαι μέλλοντος は、分詞 μέλλοντος を伴う属格絶対構文であり、περιγίγνεσθαι(結果として生じる)の主語が τούτου μόνου(これだけが)である。後続の不定詞句(παθεῖν... καὶ... ποιῆσαι)は、この περιγίγνεσθαι の主語(または実質的な内容)として機能している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0014.tlg003.humanitext-grc2:8-15