Humanitext Reader

狄摩西尼 · 第三奥林匹亚演说 §16-22

立即出兵的必要与对迎合民意演说的批判

第 3 段,共 5 段 · 希腊语

内容简介

德摩斯梯尼督促雅典人毫不拖延地对奥林索斯采取军事行动,并批评了市民在危机中推卸责任的态度。他谴责了现代演说家只顾阿谀奉承以讨好大众的做法,强调为了城邦的安全,必须直面残酷现实并选择真正有益的良策。

§16τίνα γὰρ χρόνον ἢ τίνα καιρόν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ παρόντος βελτίω ζητεῖτε;
雅典的公民们,除了现在,你们还能寻找什么更好、更适宜的时机呢?
ἢ πόθʼ ἃ δεῖ πράξετʼ, εἰ μὴ νῦν;
如果不是现在,你们又将在何时履行应尽的职责?
οὐχ ἅπαντα μὲν ἡμῶν προείληφε τὰ χωρίʼ ἅνθρωπος, εἰ δὲ καὶ ταύτης κύριος τῆς χώρας γενήσεται, πάντων αἴσχιστα πεισόμεθα;
那个家伙不是已经夺走了我们所有的据点吗? 如果他再占领这片土地,我们岂不要遭受最可耻的境遇?
οὐχ οὕς, εἰ πολεμήσαιεν, ἑτοίμως σώσειν ὑπισχνούμεθα, οὗτοι νῦν πολεμοῦσιν;
那些现在正在作战的人,不正是当初我们曾爽快承诺过“一旦开战便全力解救”的那些人吗?
§17οὐκ ἐχθρός;
他不是敌人吗?
οὐκ ἔχων τὰ ἡμέτερα;
他不是占着我们的领土吗?
οὐ βάρβαρος;
他不是蛮族吗?
οὐχ ὅ τι ἂν εἴποι τις;
他不是什么坏话都配得上的恶人吗?
ἀλλὰ πρὸς θεῶν πάντʼ ἐάσαντες καὶ μόνον οὐχὶ συγκατασκευάσαντες αὐτῷ, τότε τοὺς αἰτίους οἵτινες τούτων ζητήσομεν;
可是,看在神明的份上,在我们任由一切荒废、甚至几乎是帮着他造成了这种局面之后,我们难道还要在事后去追查谁该为这些事情负责吗?
οὐ γὰρ αὐτοί γʼ αἴτιοι φήσομεν εἶναι, σαφῶς οἶδα τοῦτʼ ἐγώ.
因为我们自己绝不会承认自己有责任,这一点我很清楚。
οὐδὲ γὰρ ἐν τοῖς τοῦ πολέμου κινδύνοις τῶν φυγόντων οὐδεὶς ἑαυτοῦ κατηγορεῖ, ἀλλὰ τοῦ στρατηγοῦ καὶ τῶν πλησίον καὶ πάντων μᾶλλον, ἥττηνται δʼ ὅμως διὰ πάντας τοὺς φυγόντας δήπου·
就像在战争的危险中,逃跑的人没有一个会指责自己,反而去指责将军、邻兵以及其他任何人,但大局的战败难道不正是由于所有这些逃跑的人造成的吗?
μένειν γὰρ ἐξῆν τῷ κατηγοροῦντι τῶν ἄλλων, εἰ δὲ τοῦτʼ ἐποίει ἕκαστος, ἐνίκων ἄν.
因为指责别人的人本可以坚守岗位,而如果每个人都做到这一点,他们本是可以获胜的。
§18καὶ νῦν, οὐ λέγει τις τὰ βέλτιστα· ἀναστὰς ἄλλος εἰπάτω, μὴ τοῦτον αἰτιάσθω.
现在,假设有人没有说出最善之言,那就让另一个人站起来发言,而不要去指责前一个人。
ἕτερος λέγει τις βελτίω· ταῦτα ποιεῖτʼ ἀγαθῇ τύχῃ.
如果另一个人说出了更好的建议,那就高高兴兴地付诸实行吧。
ἀλλʼ οὐχ ἡδέα ταῦτα· οὐκέτι τοῦθʼ ὁ λέγων ἀδικεῖ—πλὴν εἰ δέον εὔξασθαι παραλείπει.
然而,如果这些建议并不悦耳,这绝不是发言者的过错——除非他在应当祈祷的时候遗漏了祈祷。
εὔξασθαι μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ῥᾴδιον, εἰς ταὐτὸ πάνθʼ ὅσα βούλεταί τις ἁθροίσαντʼ ἐν ὀλίγῳ· ἑλέσθαι δʼ, ὅταν περὶ πραγμάτων προτεθῇ σκοπεῖν, οὐκέθʼ ὁμοίως εὔπορον, ἀλλὰ δεῖ τὰ βέλτιστʼ ἀντὶ τῶν ἡδέων, ἂν μὴ συναμφότερʼ ἐξῇ, λαμβάνειν.
因为,雅典的公民们,祈祷是容易的,只需把一切愿望在极短的时间内拼凑在一起就行;但当需要对实际事务进行审议时,选择就没那么容易了,如果二者不能兼得,就必须选择最善之言,而不是悦耳之词。
§19εἰ δέ τις ἡμῖν ἔχει καὶ τὰ θεωρικὰ ἐᾶν καὶ πόρους ἑτέρους λέγειν στρατιωτικούς, οὐχ οὗτος κρείττων;
也许有人会说:“但如果有人既能保留观剧津贴,又能提出其他军费来源,这难道不是更好吗?
εἴποι τις ἄν. φήμʼ ἔγωγε, εἴπερ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι·
”我当然同意,雅典的公民们,如果这确实可行的话。
ἀλλὰ θαυμάζω εἴ τῴ ποτʼ ἀνθρώπων ἢ γέγονεν ἢ γενήσεται, ἂν τὰ παρόντʼ ἀναλώσῃ πρὸς ἃ μὴ δεῖ, τῶν ἀπόντων εὐπορῆσαι πρὸς ἃ δεῖ.
但我很怀疑,世上是否曾有人或将有人,在把现有的资金浪费在不该花的地方之后,还能从没有的资金中变出钱来做该做的事。
ἀλλʼ, οἶμαι, μέγα τοῖς τοιούτοις ὑπάρχει λόγοις ἡ παρʼ ἑκάστου βούλησις, διόπερ ῥᾷστον ἁπάντων ἐστὶν αὑτὸν ἐξαπατῆσαι· ὃ γὰρ βούλεται, τοῦθʼ ἕκαστος καὶ οἴεται, τὰ δὲ πράγματα πολλάκις οὐχ οὕτω πέφυκεν.
然而,我认为,在这种议论中,每个人的主观愿望起到了极大的支撑作用,因此自欺欺人成了最容易的事;因为每个人都把自己的愿望当成事实,但现实往往并非如此。
§20ὁρᾶτʼ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦθʼ οὕτως, ὅπως καὶ τὰ πράγματʼ ἐνδέχεται καὶ δυνήσεσθʼ ἐξιέναι καὶ μισθὸν ἕξετε.
因此,雅典的公民们,你们必须妥善处理好这些事情,使之既符合实际情况,又能让你们出征并获得军饷。
οὔ τοι σωφρόνων οὐδὲ γενναίων ἐστὶν ἀνθρώπων, ἐλλείποντάς τι διʼ ἔνδειαν χρημάτων τῶν τοῦ πολέμου εὐχερῶς τὰ τοιαῦτʼ ὀνείδη φέρειν, οὐδʼ ἐπὶ μὲν Κορινθίους καὶ Μεγαρέας ἁρπάσαντας τὰ ὅπλα πορεύεσθαι, Φίλιππον δʼ ἐᾶν πόλεις Ἑλληνίδας ἀνδραποδίζεσθαι διʼ ἀπορίαν ἐφοδίων τοῖς στρατευομένοις.
因为缺乏军费而在战争中有所欠缺,并毫无顾忌地承受随之而来的耻辱,这绝非明智和高尚之人的作风;更不该在面对科林斯人和墨加拉人时就拿起武器出征,而面对腓力将希腊城邦奴役时,却因为出征士兵缺乏给养而听之任之。
§21καὶ ταῦτʼ οὐχ ἵνʼ ἀπέχθωμαί τισιν ὑμῶν, τὴν ἄλλως προῄρημαι λέγειν·
我选择说出这些话,绝非为了无端招致你们中某些人的怨恨。
οὐ γὰρ οὕτως ἄφρων οὐδʼ ἀτυχής εἰμʼ ἐγὼ ὥστʼ ἀπεχθάνεσθαι βούλεσθαι μηδὲν ὠφελεῖν νομίζων·
因为我还没有愚蠢或倒霉到在明知毫无益处的情况下还去自讨苦吃。
ἀλλὰ δικαίου πολίτου κρίνω τὴν τῶν πραγμάτων σωτηρίαν ἀντὶ τῆς ἐν τῷ λέγειν χάριτος αἱρεῖσθαι.
相反,我认为一个公正公民的职责,应当是选择拯救局势,而不是追求言语上的讨好。
καὶ γὰρ τοὺς ἐπὶ τῶν προγόνων ἡμῶν λέγοντας ἀκούω, ὥσπερ ἴσως καὶ ὑμεῖς, οὓς ἐπαινοῦσι μὲν οἱ παριόντες ἅπαντες, μιμοῦνται δʼ οὐ πάνυ, τούτῳ τῷ ἔθει καὶ τῷ τρόπῳ τῆς πολιτείας χρῆσθαι, τὸν Ἀριστείδην ἐκεῖνον, τὸν Νικίαν, τὸν ὁμώνυμον ἐμαυτῷ, τὸν Περικλέα.
因为我听说,我们祖先时代的那些演说家们——现在上台发言的人个个对他们赞不绝口,却根本不予效仿——正是使用这种习惯和治国方式的:比如那位著名的阿里斯提德、尼基阿斯、与我同名的人,以及伯里克利。
§22ἐξ οὗ δʼ οἱ διερωτῶντες ὑμᾶς οὗτοι πεφήνασι ῥήτορες τί βούλεσθε;
然而,自从这些天天向你们发问的辩客出现以来: “你们想要什么?
τί γράψω;
我该提议什么?
τί ὑμῖν χαρίσωμαι;
我该怎么做才能讨得你们的欢心?
προπέποται τῆς παραυτίκα χάριτος τὰ τῆς πόλεως πράγματα, καὶ τοιαυτὶ συμβαίνει, καὶ τὰ μὲν τούτων πάντα καλῶς ἔχει, τὰ δʼ ὑμέτερʼ αἰσχρῶς.
” 城邦的利益在一时的讨好中被消耗殆尽,结果便导致了如今的局面:这些人的私利尽皆圆满,而你们的国事却一片狼藉。

词汇与语法注释

  1. §16οὐχ οὕς, εἰ πολεμήσαιεν, ἑτοίμως σώσειν ὑπισχνούμεθα, οὗτοι νῦν πολεμοῦσιν; — 关系代词 οὕς 以主句的指示代词 οὗτοι(奥林索斯人)为先行词,结构上先行词被倒置在后。关系句中嵌入的条件从句 εἰ πολεμήσαιεν(希求法过去时,“如果他们开战”)表示雅典人过去做出的未来假设性承诺(“万一他们遭受攻击,随时准备救援”)。
  2. §17μόνον οὐχὶ συγκατασκευάσαντες αὐτῷ — 惯用语 μόνον οὐχί(意为“几乎”、“简直是”)修饰分词 συγκατασκευάσαντες。直译为“除了没有替他(腓力)共同筹划之外”,实际上表达了强烈的反讽,即雅典人简直是亲手帮他造成了眼前的危机。
  3. §18ἕτερος λέγει τις βελτίω· ταῦτα ποιεῖτʼ — 前半句 ἕτερος λέγει τις βελτίω 在语法上是直陈语气,但与随后的命令语气(ποιεῖτε)相对照,在语义上具有“如果有别人说出更好的建议”这一条件意味。这是古典希腊语中无连词并列句带有条件色彩的典型例证。
  4. §19θαυμάζω εἴ τῴ ποτʼ ἀνθρώπων ἢ γέγονεν ἢ γενήσεται — 动词 θαυμάζω 常常接 εἰ 从句(而非 ὅτι 从句)来表示怀疑或惊异(“我怀疑/惊异是否……”)。此处它引入了作为条件句 ἂν... ἀναλώσῃ 归结的不定式短语 εὐπορῆσαι,表达了强烈的怀疑:在挥霍了现有资金后,怎么可能从没有的资金中变出钱来。
  5. §21τὸν ὁμώνυμον ἐμαυτῷ — 名词 ὁμώνυμος 是形容词“同名的”的名词化用法,与与格 ἐμαυτῷ(“我”)连用,意为“与我同名的人”。此处它用作对格,与前面的阿里斯提德、尼基阿斯以及后面的伯里克利并列,作为动词 χρῆσθαι 省略宾语的同位语,指代伯罗奔尼撒战争时期著名的雅典将军德摩斯梯尼。

引用这一段

狄摩西尼, 第三奥林匹亚演说 §16-22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg003.humanitext-grc2:16-22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。