Humanitext Reader

狄摩西尼 · 第三奥林匹亚演说 §1-7

救援奥林索斯的紧迫性与对过去失策的反思

第 1 段,共 5 段 · 希腊语

内容简介

德摩斯梯尼警告雅典面临的腓力危机,指出首要任务是援助盟友奥林索斯,并通过回顾过去的失败敦促公民改变目前的消极态度。

§1οὐχὶ ταὐτὰ παρίσταταί μοι γιγνώσκειν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅταν τʼ εἰς τὰ πράγματʼ ἀποβλέψω καὶ ὅταν πρὸς τοὺς λόγους οὓς ἀκούω·
雅典的公民们,当我看到眼前的实际局势,再听到我所听到的言论时,我无法产生相同的想法。
τοὺς μὲν γὰρ λόγους περὶ τοῦ τιμωρήσασθαι Φίλιππον ὁρῶ γιγνομένους, τὰ δὲ πράγματʼ εἰς τοῦτο προήκοντα, ὥσθʼ ὅπως μὴ πεισόμεθʼ αὐτοὶ πρότερον κακῶς σκέψασθαι δέον.
因为我看到言论是在讨论惩罚腓力,而实际局势却已发展到如此地步,以至于我们必须首先考虑如何让自己免受伤害。
οὐδὲν οὖν ἄλλο μοι δοκοῦσιν οἱ τὰ τοιαῦτα λέγοντες ἢ τὴν ὑπόθεσιν, περὶ ἧς βουλεύεσθε, οὐχὶ τὴν οὖσαν παριστάντες ὑμῖν ἁμαρτάνειν.
因此,那些发表此类言论的人,在我看来只是犯了错误,向你们展示了一个并非真实存在的审议前提。
§2ἐγὼ δέ, ὅτι μέν ποτʼ ἐξῆν τῇ πόλει καὶ τὰ αὑτῆς ἔχειν ἀσφαλῶς καὶ Φίλιππον τιμωρήσασθαι, καὶ μάλʼ ἀκριβῶς οἶδα· ἐπʼ ἐμοῦ γάρ, οὐ πάλαι γέγονεν ταῦτʼ ἀμφότερα·
然而我非常清楚地知道,曾经有一个时期,城邦既能安全地保全自己的领地,又能惩罚腓力;因为这两者都发生在我自己的时代,而且是不久以前。
νῦν μέντοι πέπεισμαι τοῦθʼ ἱκανὸν προλαβεῖν ἡμῖν εἶναι τὴν πρώτην, ὅπως τοὺς συμμάχους σώσομεν.
然而现在,我深信我们首先能做好的就是保全我们的盟友,这就足够了。
ἐὰν γὰρ τοῦτο βεβαίως ὑπάρξῃ, τότε καὶ περὶ τοῦ τίνα τιμωρήσεταί τις καὶ ὃν τρόπον ἐξέσται σκοπεῖν· πρὶν δὲ τὴν ἀρχὴν ὀρθῶς ὑποθέσθαι, μάταιον ἡγοῦμαι περὶ τῆς τελευτῆς ὁντινοῦν ποιεῖσθαι λόγον.
因为如果这一步能够稳固地实现,那么届时不仅能考虑去惩罚谁,还能考虑以何种方式进行;但在正确奠定开端之前,我认为谈论结局是毫无意义的。
§3ὁ μὲν οὖν παρὼν καιρός, εἴπερ ποτέ, πολλῆς φροντίδος καὶ βουλῆς δεῖται·
因此,当前的关头——如果以前也有过的话——需要极大的关注和审议。
ἐγὼ δʼ οὐχ ὅ τι χρὴ περὶ τῶν παρόντων συμβουλεῦσαι χαλεπώτατον ἡγοῦμαι, ἀλλʼ ἐκεῖνʼ ἀπορῶ, τίνα χρὴ τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς ὑμᾶς περὶ αὐτῶν εἰπεῖν.
我并不认为对现状提出必要的建议是最困难的,但我感到困惑的是:雅典的公民们,应该以何种方式向你们谈论这些事情。
πέπεισμαι γὰρ ἐξ ὧν παρὼν καὶ ἀκούων σύνοιδα, τὰ πλείω τῶν πραγμάτων ἡμᾶς ἐκπεφευγέναι τῷ μὴ βούλεσθαι τὰ δέοντα ποιεῖν ἢ τῷ μὴ συνιέναι.
因为根据我身临其境、亲耳所闻而了解到的事实,我深信,我们失去了大部分的机会,是由于我们不情愿履行职责,而不是由于我们不理解。
ἀξιῶ δʼ ὑμᾶς, ἂν μετὰ παρρησίας ποιῶμαι τοὺς λόγους, ὑπομένειν, τοῦτο θεωροῦντας, εἰ τἀληθῆ λέγω, καὶ διὰ τοῦτο, ἵνα τὰ λοιπὰ βελτίω γένηται·
我要求你们,如果我坦率地发言,请予以容忍,并思考这一点:我所说的是否是真话;这也是为了让剩下的事情能够变好。
ὁρᾶτε γὰρ ὡς ἐκ τοῦ πρὸς χάριν δημηγορεῖν ἐνίους εἰς πᾶν προελήλυθε μοχθηρίας τὰ παρόντα.
因为你们看到,正是由于某些人为了取悦迎合而进行演说,眼前的局势才恶化到了如此地步。
§4ἀναγκαῖον δʼ ὑπολαμβάνω μικρὰ τῶν γεγενημένων πρῶτον ὑμᾶς ὑπομνῆσαι.
我认为有必要首先提醒你们注意过去发生的几件小事。
μέμνησθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτʼ ἀπηγγέλθη Φίλιππος ὑμῖν ἐν Θρᾴκῃ τρίτον ἢ τέταρτον ἔτος τουτὶ Ἡραῖον τεῖχος πολιορκῶν.
雅典的公民们,请记住,在第三年或第四年前,有人向你们报告说,腓力正在色雷斯围攻赫莱翁城墙。
τότε τοίνυν μὴν μὲν ἦν μαιμακτηριών· πολλῶν δὲ λόγων καὶ θορύβου γιγνομένου παρʼ ὑμῖν ἐψηφίσασθε τετταράκοντα τριήρεις καθέλκειν καὶ τοὺς μέχρι πέντε καὶ τετταράκοντʼ ἐτῶν αὐτοὺς ἐμβαίνειν καὶ τάλανθʼ ἑξήκοντʼ εἰσφέρειν.
当时正值迈马克特里昂月;在你们中间进行了许多争论和喧嚣之后,你们投票决定下水四十艘三段击船,由你们中四十五岁以下的人亲自登船,并征收六十塔兰同。
§5καὶ μετὰ ταῦτα διελθόντος τοῦ ἐνιαυτοῦ τούτου ἑκατομβαιών, μεταγειτνιών, βοηδρομιών·
此后,那一整年过去了:赫卡托姆拜昂月、梅塔格伊特尼翁月、博埃德罗米翁月。
τούτου τοῦ μηνὸς μόγις μετὰ τὰ μυστήρια δέκα ναῦς ἀπεστείλατʼ ἔχοντα κενὰς Χαρίδημον καὶ πέντε τάλαντʼ ἀργυρίου.
就在这个月,秘仪刚刚结束后,你们勉强派遣了十艘空船,由哈里德穆斯率领,并带去了五塔兰同银子。
ὡς γὰρ ἠγγέλθη Φίλιππος ἀσθενῶν ἢ τεθνεώς (ἦλθε γὰρ ἀμφότερα), οὐκέτι καιρὸν οὐδένα τοῦ βοηθεῖν νομίσαντες ἀφεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν ἀπόστολον.
因为当时有消息传出腓力生病或已死(因为这两种消息都传来了),你们认为不再有任何援助的时机,便放弃了这次远征,雅典的公民们。
ἦν δʼ οὗτος ὁ καιρὸς αὐτός· εἰ γὰρ τότʼ ἐκεῖσʼ ἐβοηθήσαμεν, ὥσπερ ἐψηφισάμεθα, προθύμως, οὐκ ἂν ἠνώχλει νῦν ἡμῖν ὁ Φίλιππος σωθείς.
但这本正是那个关键的时机;因为如果我们当时按照决议热切地前往那里援助,那么死里逃生的腓力今天就不会来骚扰我们了。
§6τὰ μὲν δὴ τότε πραχθέντʼ οὐκ ἂν ἄλλως ἔχοι· νῦν δʼ ἑτέρου πολέμου καιρὸς ἥκει τις, διʼ ὃν καὶ περὶ τούτων ἐμνήσθην, ἵνα μὴ ταὐτὰ πάθητε.
那时所做的事确实无法挽回;但如今另一个战争的时机已经到来,我也正是因此才提起这些往事,免得你们重蹈复辙。
τί δὴ χρησόμεθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τούτῳ;
雅典的公民们,我们该如何利用这个时机呢?
εἰ γὰρ μὴ βοηθήσετε παντὶ σθένει κατὰ τὸ δυνατόν, θεάσασθʼ ὃν τρόπον ὑμεῖς ἐστρατηγηκότες πάντʼ ἔσεσθʼ ὑπὲρ Φιλίππου.
因为如果你们不竭尽全力、尽其所能地提供援助,请看好了,你们自己的一切战略将如何最终全部变得有利于腓力。
§7ὑπῆρχον Ὀλύνθιοι δύναμίν τινα κεκτημένοι, καὶ διέκειθʼ οὕτω τὰ πράγματα· οὔτε Φίλιππος ἐθάρρει τούτους οὔθʼ οὗτοι Φίλιππον.
奥林索斯人曾拥有一定的力量,而局势曾是这样的:腓力不敢轻举妄动对付他们,他们也不信任腓力。
ἐπράξαμεν ἡμεῖς κἀκεῖνοι πρὸς ἡμᾶς εἰρήνην· ἦν τοῦθʼ ὥσπερ ἐμπόδισμά τι τῷ Φιλίππῳ καὶ δυσχερές, πόλιν μεγάλην ἐφορμεῖν τοῖς ἑαυτοῦ καιροῖς διηλλαγμένην πρὸς ἡμᾶς.
我们与他们,以及他们与我们之间达成了和平;这对于腓力来说就像是一个障碍和难关:一个与我们和解的大城市,正虎视眈眈地盯着他的每一个时机。
ἐκπολεμῶσαι δεῖν ᾠόμεθα τοὺς ἀνθρώπους ἐκ παντὸς τρόπου, καὶ ὃ πάντες ἐθρύλουν, πέπρακται νυνὶ τοῦθʼ ὁπωσδήποτε.
我们曾认为必须千方百计使这些人卷入战争,而大家过去私下议论的那件事,如今已经以某种方式实现了。

词汇与语法注释

  1. §1δέον — 无人称动词 `δεῖ` 的中性单数宾格分词,用作所谓的“宾格绝对结构”(accusative absolute),意为“因为有必要……”,在 `ὥστε` 引导的结果从句中起作用。
  2. §3τῷ μὴ βούλεσθαι — 带否定词 `μή` 的冠词性不定式与格形式,在此处不带介词,直接表示手段或原因(“因为不情愿做该做的事”)。
  3. §4τρίτον ἢ τέταρτον ἔτος τουτὶ — 表示时间流逝的宾格结构(带有指示代词 `τουτί`),属于一种惯用表达,意为“距今三年或四年之前”。
  4. §6ἐστρατηγηκότες... ἔσεσθʼ — 由完成时主动分词 `ἐστρατηγηκότες` 与 `εἰμί` 的将来时 `ἔσεσθε` 构成的迂回将来完成时(periphrastic future perfect),强调在未来某一时刻已经完成的状态(“你们将会已经为腓力制定好了全部战略”)。

引用这一段

狄摩西尼, 第三奥林匹亚演说 §1-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg003.humanitext-grc2:1-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。