Humanitext Reader

荷马诗颂 · 荷马诗颂 5:致阿佛洛狄忒 §78-148

化作凡人少女的阿佛洛狄忒与安喀塞斯相见

第 2 段,共 4 段 · 希腊语

内容简介

阿佛洛狄忒伪装成凡人处女出现在安喀塞斯面前并迷惑了他。尽管安喀塞斯怀疑她是女神并许诺为其建造祭坛,她却谎称自己是被赫尔墨斯劫持的弗里吉亚公主,成功说服安喀塞斯娶她为妻。

§78οἳ δʼ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας §79πάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπʼ ἄλλων §80πωλεῖτʼ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων.
他们全都跟随着牛群,走向草木繁茂的牧场;而他,独自一人被留在牧舍,远离众人,各处走动,用他的里拉琴弹奏出清脆的乐声。
§81στῆ δʼ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη §82παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη, §83μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.
宙斯的女儿阿佛洛狄忒站在了他的面前,她的身材与容貌,就像一位未嫁的处女,以免他用眼睛看见她时会心生恐惧。
§84Ἀγχίσης δʼ ὁρόων ἐφράζετο θαύμαινέν τε §85εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα.
安喀塞斯看着她,仔细端详并惊叹于她的容貌、身材以及闪闪发光的衣裳。
§86πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς, §89καλόν, χρύσειον, παμποίκιλον· ὡς δὲ σελήνη §90στήθεσιν ἀμφʼ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι·
因为她身穿着一件比熊熊火光还要明亮的佩普洛斯,美丽、金黄、图案繁复;它像月亮一般,在她柔嫩的胸前闪耀,看见的人无不惊叹。
§87εἶχε δʼ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς· §88ὅρμοι δʼ ἀμφʼ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν.
她戴着弯曲的耳环和闪光的蕾状饰物;在她柔嫩的颈项上,围着极其美丽的项链。
§91Ἀγχίσην δʼ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα· §92<milestone type="startquote"/> χαῖρε, ἄνασσʼ, ἥ τις μακάρων τάδε δώμαθʼ ἱκάνεις, §93Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη §94ἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη,
爱欲夺去了安喀塞斯的心,他迎向她开口说道: “向您致敬,女王,您是来到这屋舍的幸福神明中的哪一位,是阿尔忒弥斯、勒托,还是金色的阿佛洛狄忒,或者是高贵的忒弥斯,还是明眸的雅典娜?
§95ἤ πού τις Χαρίτων δεῦρʼ ἤλυθες, αἵτε θεοῖσι §96πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται, §97ἤ τις Νυμφάων, αἵτʼ ἄλσεα καλὰ νέμονται §98ἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι §99καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα.
抑或您是来到这里的美惠三女神之一,她们与所有的神明结交,并被称为不朽者;或者是栖息在美丽树林里的宁芙仙女中的一位,或者是居住在这座美丽山峦、河流源头以及草木茂盛的草地上的宁芙仙女之一?
§100σοὶ δʼ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ, §101βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ §102ὥρῃσιν πάσῃσι.
我将在高处,在四面瞩目的地方,为您建造一座祭坛,并在所有的季节里为您献上美好的祭品。
σὺ δʼ εὔφρονα θυμὸν ἔχουσα §103δός με μετὰ Τρώεσσιν ἀριπρεπέʼ ἔμμεναι ἄνδρα, §104ποίει δʼ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμʼ αὐτὸν §105δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο, §106ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.
请您怀着慈悲的心,赐予我在特洛伊人中成为一个杰出的男子,并使我的后代在今后繁荣昌盛;而至于我自己,请让我长久而健康地活着,得见太阳的光芒,在人民中安享福祉,并步入老年的门槛。
<milestone type="endquote"/> §107τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· §108<milestone type="startquote"/> Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων, §109οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτῃσιν ἐίσκεις;
” 接着,宙斯的女儿阿佛洛狄忒回答他道: “安喀塞斯,地生之人中最荣耀的一位,我绝非神明;您为何将我比作不朽的女神?
§110ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ.
我是必死之人,生我的母亲是一个凡人女子。
§111Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις, §112ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.
我的父亲是声名显赫的奥特雷乌斯,如果您曾听闻过的话,他统治着整个拥有坚固城墙的弗里吉亚。
§113γλῶσσαν δʼ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα.
我非常清楚你们的语言和我们的语言。
§114Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· ἣ δὲ διαπρὸ §115σμικρὴν παῖδʼ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα.
因为一位特洛伊乳母在我的殿堂里抚养了我;她从我还是个小女孩时起,就从我亲爱的母亲那里把我抱来抚养。
§116ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.
因此,我确实也非常清楚你们的语言。
§117νῦν δέ μʼ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης §118ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς.
但就在刚才,手持金杖的阿耳戈斯击杀者从手执金箭、喜爱喧嚣狩猎的阿尔忒弥斯的舞群中把我掠走。
§119πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι §120παίζομεν, ἀμφὶ δʼ ὅμιλος ἀπείριτος ἐστεφάνωτο.
许多宁芙和能带来丰厚聘礼的处女当时正在一同嬉戏,无数的旁观者围成了圈。
§121ἔνθεν μʼ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης· §122πολλὰ δʼ ἔπʼ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων, §123πολλὴν δʼ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες §124ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους· §125οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης·
手持金杖的阿耳戈斯击杀者就是从那里把我掠走的;他带我越过了凡人人类的许多田野,越过了许多未分配、未建造的土地,生肉食性的野兽在那些阴凉的峡谷中游荡;我甚至觉得自己的双脚都不曾触及滋养生命的大地。
§126Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι §127κουριδίην ἄλοχον, σοὶ δʼ ἀγλαὰ τέκνα τεκεῖσθαι.
他宣称我将在安喀塞斯的床榻旁被称为结发妻子,并为您生下辉煌的子嗣。
§128αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γʼ αὖτις §129ἀθανάτων μετὰ φῦλʼ ἀπέβη κρατὺς Ἀργειφόντης·
当他指明道路并说明一切之后,那位强大的阿耳戈斯击杀者便再次回到了不朽者的部族之中。
§130αὐτὰρ ἐγώ σʼ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.
于是我来到了您的面前,强大的必然性落在了我身上。
§131ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων §132ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν· §133ἀδμήτην μʼ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος §134πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδνʼ εἰδυίῃ §135σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν.
但我因宙斯和您高贵的父母而恳求您——因为卑微的父母无法生出像您这样的儿子—— 带上我这个未婚、不曾体验过爱欲的处女,去见您的父亲和深知贤淑之德的母亲,以及与您同胞所生的兄弟们。
§136οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλʼ εἰκυῖα.
对他们来说,我绝不会是一个不相称的儿媳,而是非常合适。
§137πέμψαι δʼ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους §138εἰπεῖν πατρί τʼ ἐμῷ καὶ μητέρι κηδομένῃ περ· §139οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντὴν §140πέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα.
请迅速派遣一名使者去往拥有骏马的弗里吉亚人那里,去告诉我的父亲和焦急忧虑的母亲;他们会给您送来充足的黄金和织好的衣裳;而您则要接受这许多而辉煌的聘礼。
§141ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα, §142τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.
办完这些事后,请举办令人向往的婚礼,这是在凡人和不朽的神明中都享有尊荣的。
<milestone type="endquote"/> §143ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.
” 女神如此说完,便将甜蜜的渴望注入了他的心中。
§144Ἀγχίσην δʼ ἔρος εἷλεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §145<milestone type="startquote"/> εἰ μὲν θνητή τʼ ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ, §146Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις, §147ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδʼ ἱκάνεις §148Ἑρμέω, ἐμὴ δʼ ἄλοχος κεκλήσεαι ἤματα πάντα·
爱欲夺去了安喀塞斯的心,他开口说道,呼唤着她: “如果您确实是必死之人,生您的母亲是一个凡人女子,如您所说,声名显赫的奥特雷乌斯是您的父亲,而您是在不朽的使者赫尔墨斯的旨意下来到此地,那么您将终身被称为我的妻子;

词汇与语法注释

  1. §82παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη — 表达“未婚处女”的 `παρθένῳ ἀδμήτῃ` 伴随着关系宾格 `μέγεθος καὶ εἶδος`(在身高和外貌上),用以修饰形容词 `ὁμοίη`(相似)。这表明阿佛洛狄忒为了隐藏自己的神性而化身为凡人少女。
  2. §83μή μιν ταρβήσειεν — 由 `μή` 引导的过去时虚拟语气 `ταρβήσειεν`(恐惧,荷马式虚拟语气词尾)在过去时主句(`στῆ`)后表示否定目的(“免得他害怕”)。在目的从句中,历史时制主动词后使用虚拟语气而非祈愿语气是荷马史诗的特征,旨在强调意图的生动性与直接性。
  3. §90θαῦμα ἰδέσθαι — 不定式 `ἰδέσθαι`(看)是修饰名词 `θαῦμα`(奇迹/惊异)的限定(关系)不定式,构成固定表达“看见即是奇迹”(即“好看得令人惊叹”)。
  4. §125οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν — 个人变化的主动词 `ἐδόκουν`(我觉得/我似乎)带将来时不定式 `ψαύσειν`(将触及),其逻辑主语与主句主语(阿佛洛狄忒自身)一致(“我觉得自己的双足甚至不会触及……”)。此处既可理解为在赫尔墨斯超自然运送中感觉身体悬空,也可理解为绝望地认为自己再也无法踏上故土。结合上下文,更自然的是描述空中急速移动的超自然感。
  5. §131πρὸς Ζηνὸς γουνάζομαι — 介词 `πρός` 伴随属格(`Ζηνὸς ἠδὲ τοκήων`)构成祈求或发誓的固定表达,意为“因宙斯及(您的)父母之名恳求您”。

引用这一段

荷马诗颂, 荷马诗颂 5:致阿佛洛狄忒 §78-148. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0013.tlg005.humanitext-grc2:78-148

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。