Humanitext Reader

荷马诗颂 · 荷马诗颂 5:致阿佛洛狄忒 §1-77

阿佛洛狄忒的权能与对安喀塞斯的爱慕

第 1 段,共 4 段 · 希腊语

内容简介

在介绍阿佛洛狄忒支配万物的力量以及不受其影响的三位处女神(雅典娜、阿尔忒弥斯、赫斯提亚)之后,叙述了宙斯如何使阿佛洛狄忒本人爱上凡人英雄安喀塞斯,并描绘了她动身前往伊达山的经过。

§1μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης, §2Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε §3καί τʼ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων §4οἰωνούς τε διιπετέας καὶ θηρία πάντα, §5ἠμὲν ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδʼ ὅσα πόντος· §6πᾶσιν δʼ ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης.
缪斯,请为我歌唱多金的阿佛洛狄忒的功业,塞浦路斯女神的功业,她向诸神激起甜蜜的欲望,并征服了凡人人类的部族,以及天上的飞鸟和一切野兽,无论是陆地所滋养的诸多生灵,还是海洋里的一切;众生皆关注着戴着美丽花冠的塞瑟利亚的功业。
§7τρισσὰς δʼ οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι· §8κούρην τʼ αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην· §9οὐ γὰρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης, §10ἀλλʼ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος §11ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργʼ ἀλεγύνειν.
然而她无法劝服也无法欺骗三颗心灵:其一是持盾宙斯的女儿,明眸的雅典娜;因为多金的阿佛洛狄忒的功业并不令她愉悦,相反,战争、阿瑞斯的工作、冲突与战斗,以及照管辉煌的手艺才合她心意。
§12πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε §13ποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ.
她最先教会了地上的手艺人制作战车和用青铜装饰的各式车辆。
§14ἣ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν §15ἀγλαὰ ἔργʼ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ.
而她也在殿堂里向肌肤娇嫩的处女们传授了辉煌的手艺,将智慧植入她们每个人的心中。
§16οὐδέ ποτʼ Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴν §17δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη.
那喜爱欢笑的阿佛洛狄忒也绝不能在爱欲中征服那手执金箭、喜爱喧嚣狩猎的阿尔忒弥斯。
§18καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν, §19φόρμιγγές τε χοροί τε διαπρύσιοί τʼ ὀλολυγαὶ §20ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν.
因为她亦喜爱弓箭和在山中捕杀野兽,以及里拉琴、舞蹈和高亢的欢呼,还有阴凉的小树林和正直之人的城市。
§21οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργʼ Ἀφροδίτης, §22Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης, §23αὖτις δʼ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο, §24πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων· §25ἣ δὲ μαλʼ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν· §26ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν, §27ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο, §28παρθένος ἔσσεσθαι πάντʼ ἤματα, δῖα θεάων.
确实,阿佛洛狄忒的功业也不讨那受人尊敬的处女欢心,即赫斯提亚,她是诡计多端的克洛诺斯最先所生,但因持盾宙斯的旨意,她又成了最年轻的,这位庄严的女神,波塞冬和阿波罗曾向她求婚;但她绝不愿意,而是坚决拒绝;她发下重誓,这誓言至今依然有效,她抚摸着父亲——持盾宙斯的头颅,誓言自己将终身为处女,这位女神中的佼佼者。
§29τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο §30καὶ τε μέσῳ οἴκῳ κατʼ ἄρʼ ἕζετο πῖαρ ἑλοῦσα.
父亲宙斯赐予她一份美好的荣耀以代替婚姻,她便在屋舍中央坐下,享用着丰美的祭品。
§31πᾶσιν δʼ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι §32καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.
在神明的一切殿堂中,她都享有尊荣,且在所有的凡人之中,她被确立为最尊贵的女神。
§33τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι· §34τῶν δʼ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστʼ Ἀφροδίτην §35οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
这三位的心灵,她无法说服也无法欺骗;但在其余众生中,没有任何能逃脱阿佛洛狄忒,无论是幸福的神明还是死于尘世的凡人。
§36καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου, §37ὅστε μέγιστός τʼ ἐστὶ μεγίστης τʼ ἔμμορε τιμῆς.
她甚至误导了那喜好雷电的宙斯的心智,尽管他是最伟大的,并分得了至高无上的荣耀。
§38καί τε τοῦ, εὖτʼ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα §39ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν, §40Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε, §41ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι.
确乎如此,每当她愿意时,她便欺骗他聪慧的心灵,轻易地让他与凡人女子交合,让他忘却赫拉,那既是他的姐妹又是他妻子的女神,她在不朽的女神中容貌最为出众。
§42κυδίστην δʼ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης §43μήτηρ τε Ῥείη· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς §44αἰδοίην ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν.
诡计多端的克洛诺斯和母亲瑞亚将她这最荣耀的女儿生下;而洞悉不朽智慧的宙斯娶了这位深知贤淑之德的庄严女神为妻。
§45τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ §46ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα §47μηδʼ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη, §48καί ποτʼ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν §49ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη, §50ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί, §51καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν, §52ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.
然而,宙斯也将甘甜的渴望注入了她自己的心中,让他与凡人男子交合,以便她自己亦不至自绝于凡人的床榻,不至于有朝一日在众神面前得意地宣称,那喜爱欢笑的阿佛洛狄忒甜甜地笑着,她如何将神明与凡人女子交合,使她们为不朽者生下必死的儿子,以及她如何将女神与凡人男子交配。
§53Ἀγχίσεω δʼ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ, §54ὃς τότʼ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης §55βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς.
于是,宙斯将对安喀塞斯的甘甜渴望注入了她的心中,当时他正在泉水众多的伊达山的高峰上放牧着牛群,他的身躯宛如不朽的神明。
§56τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη §57ἠράσατʼ, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν.
喜爱欢笑的阿佛洛狄忒一看见他,便爱上了他,强烈的渴望夺取了她的心灵。
§58ἐς Κύπρον δʼ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν, §59ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης.
她前往塞浦路斯,进入了她那芬芳的神殿,在帕福斯,那里有属于她的圣所和芬芳的祭坛。
§60ἐνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς· §61ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ §62ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, §63ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν.
她走进去,合上了明亮的门扉;在那里,美惠三女神为她沐浴,并用油脂涂抹她的身体,那是不朽的油脂,正如万古长存的神明身上所流淌的那样,神圣而芬芳,正是专门为她熏香的。
§64ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ §65χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη §66σεύατʼ ἐπὶ Τροίης προλιποῦσʼ εὐώδεα Κύπρον, §67ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.
阿佛洛狄忒在身上穿戴好一切美丽的衣裳,用黄金装饰好自己,这位喜爱欢笑的女神便离开芬芳的塞浦路斯,奔向特洛伊,在高空云雾间迅速地穿行。
§68Ἴδην δʼ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν, §69βῆ δʼ ἰθὺς σταθμοῖο διʼ οὔρεος· οἳ δὲ μετʼ αὐτὴν §70σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες, §71ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι §72ἤισαν· ἣ δʼ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν §73καὶ τοῖς ἐν στήθεσσι βάλʼ ἵμερον· οἳ δʼ ἅμα πάντες §74σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους·
她来到了泉水众多的伊达山,这百兽之母,穿过山林径直走向牧舍;在她身后,摇着尾巴的,有灰狼和目光炯炯的狮子,熊和敏捷的、对小鹿贪得无厌的豹子,紧紧跟随;她看着他们,心中感到喜悦,并在他们的胸中注入了渴望;于是他们全都成双成对地在阴凉的峡谷中躺下歇息。
§75αὐτὴ δʼ ἐς κλισίας εὐποιήτους ἀφίκανε· §76τὸν δʼ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπʼ ἄλλων §77Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα.
而她自己来到了建造精良的棚舍,发现他被独自留在牧舍里,远离众人,英雄安喀塞斯,他拥有神赐的美貌。

词汇与语法注释

  1. §2ἥτε — 关系代词 `ἥ` 与叙事诗中表示普遍、一般属性的常见小词 `τε` 相结合的形式,用以揭示女神所具有的恒常特质。
  2. §11ἀλεγύνειν — 意为“照管”或“从事”的不定式。它取决于第10节中的动词 `ἅδον`(“使……愉悦”),以此收束了雅典娜所喜好的活动列表。
  3. §23ὁπλοτάτην — 反映了赫斯提亚既是克洛诺斯“最先出生的”(第22节 `πρώτην`),也是在众子嗣被吐出后“最年轻出生的”(`ὁπλοτάτην`)神话传统。语法上,承接前文省略了动词 `τέκετο`。
  4. §34πεφυγμένον ἔστʼ — 由完成中动分词 `πεφυγμένος` 与连系动词 `ἐστί` 构成的迂回式。它具有主动或中动的完成意义(“处于逃脱的状态”),并直接支配宾格 `Ἀφροδίτην`。
  5. §40ἐκλελαθοῦσα — 动词 `ἐκλανθάνω` 的重叠过去时(`ἐκλέλαθον`)的阴性分词。具有使役及他动意义(“使人忘却”),并支配属格 `Ἥρης`。
  6. §62ἐπενήνοθεν — 叙事诗特有的第三人称单数动词(常被分类为不完全完成式等),意为“飘溢于其上”或“存在于其上”。在由 `οἷα` 引导的关系从句中,用以描绘诸神特有的油脂芳香。

引用这一段

荷马诗颂, 荷马诗颂 5:致阿佛洛狄忒 §1-77. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0013.tlg005.humanitext-grc2:1-77

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。