Humanitext Reader

荷马 · 奥德赛 §9.355-9.421

“没有人”的妙计与刺瞎独眼巨人

第 62 段,共 173 段 · 希腊语

内容简介

奥德修斯向独眼巨人撒谎称自己名叫“乌提斯”(意为“没有人”),并在灌醉他之后,趁其熟睡之际用烧红的橄榄木桩刺瞎了他的单眼。波吕斐摩斯的惨叫引来了其他独眼巨人,但当听到“乌提斯(没有人)在用诡计杀我”时,他们便纷纷散去,奥德修斯的计谋得以成功。

§9.355δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ
“请再给我一些,发发慈悲,现在立刻告诉我你的名字,好让我送你一份让你高兴的客礼。
§9.356αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς· §9.357καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα §9.358οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει· §9.359ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.
因为对于独眼巨人,赐予生命的土地也生产结满丰盛葡萄的葡萄酒,而宙斯的雨水为他们使之增长;但但这却是阿姆布罗西亚和内克塔尔的分支。
§9.360ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.
” 他这样说,而我再次给他倒上了闪光的葡萄酒。
§9.361τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.
我三次拿去给他,他三次愚蠢地喝干了。
§9.362αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος, §9.363καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι· §9.364Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι §9.365ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.
但是,当葡萄酒流进独眼巨人的心智,就在那时,我用温和的话语对他说: “独眼巨人,你问我那著名的名字,而我会对你说明它;而你当如许诺的那样,给我一份客礼。
§9.366Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι §9.367μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.
我的名字是乌提斯;而乌提斯他们称呼我,我的母亲、父亲以及所有其他的伙伴们。
§9.368ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ· §9.369Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν, §9.370τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.
” 我这样说,而他以无情的心立刻回答我: “我要在伙伴中最后吃掉乌提斯,而其他人在他之前;这就是送给你的客礼。
§9.371ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα §9.372κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος §9.373ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος §9.374ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.
” 他说完便往后倾倒,仰面躺下,随后他歪着粗壮的脖子躺在那里,而那征服一切的睡眠捉住了他;从他的喉咙里喷出了葡萄酒和人类的肉块;他在酒醉沉重中打着嗝。
§9.375καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς, §9.376ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους §9.377θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.
就在那时,我把那根木槌推入大量的灰烬深处,好让它变热;我用话语鼓励所有的伙伴,免得有人害怕而退缩。
§9.378ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν §9.379ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς, §9.380καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι §9.381ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.
但是,当那根橄榄木槌虽然还是绿色的,却很快就要在火中燃烧起来,并且发出可怕的红光,就在那时,我把它从火中移近,伙伴们围在四周;而神明向我们注入了巨大的勇气。
§9.382οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ, §9.383ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς §9.384δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ §9.385τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι §9.386ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.
他们拿起那根顶端尖锐的橄榄木槌,刺入他的眼睛;而我从上面用力压住,旋转它,就像一个男子用钻子钻船木,而下面的人抓着皮带两端从两边拉动,而钻头在其中不停地旋转。
§9.387ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες §9.388δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.
我们就这样拿着在火中烧得锐利的木槌,在他的眼睛里旋转,而温热的血绕着木槌流出来。
§9.389πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ §9.390γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.
燃烧着的眼珠的蒸汽,把他的眼睑和眉毛全都烧焦了,而它的根在火中发出爆裂声。
§9.391ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον §9.392εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα §9.393φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν §9.394ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.
正如一个铁匠把一把大斧或手斧浸入冷水中,发出巨大的嘶嘶声来淬火——因为这正是铁的强度所在—— 他的眼睛在橄榄木槌周围发出了嘶嘶声。
§9.395σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη, §9.396ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν §9.397ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.
他发出了可怕的巨大哀号,周围的岩石为之震响,我们吓得慌忙退缩;而他从眼睛里拔出了那根沾满鲜血的木槌。
§9.398τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων, §9.399αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς §9.400ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.
随后他因痛苦狂乱,用双手把木槌远远扔开,接着他高声呼喊独眼巨人们,他们住在迎风的山峰间洞穴中。
§9.401οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος, §9.402ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι· §9.403τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησας §9.404νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;
他们听见叫声,从四面八方走来,围在洞穴旁问他是什么让他烦恼: “波吕斐摩斯,你为何如此痛苦地,在神圣的夜里这样大喊大叫,让我们无法入睡?
§9.405ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;
难道有什么凡人不顾你的意愿,正在赶走你的羊群吗?
§9.406ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;
难道有人用诡计或暴力杀害你本人吗?
§9.407τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος· §9.408ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.
” 强壮的波吕斐摩斯从洞穴里回答他们: “朋友们,乌提斯用诡计杀我,而不是用暴力!
§9.409οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον· §9.410εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα, §9.411νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι, §9.412ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.
” 而他们回答,说着长了翅膀的话: “如果确实没有人对独自一人的你施加暴力,那伟大的宙斯降下的疾病是无法逃避的,你还是向你的父亲、主宰波塞冬祈祷吧。
§9.413ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ, §9.414ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.
” 他们这样说着离去了,而我的心在暗笑,因为我的名字和无暇的妙计欺骗了他们。
§9.415Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι §9.416χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων, §9.417αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας, §9.418εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε· §9.419οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.
独眼巨人呻吟着,在极度的痛苦中挣扎,用手摸索着,从门口搬开了石头,他自己坐在门口,张开双手,看看能否捉到夹在羊群中走向门外的任何人;因为在他心中,大概指望我是如此愚蠢。
§9.420αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο, §9.421εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷ
而我一直在盘算,如何才能达到最好的结果,是否能为我的伙伴们以及我自己找到脱离死亡的解脱之道,

词汇与语法注释

  1. §9.356ᾧ κε σὺ χαίρῃς — 关系代名词 ᾧ 与小辞 κε(ἄν 的荷马方言形式)以及虚拟语气连用,用于关系从句中表示预期或目的:“一个你将会为之高兴的(客礼)”。
  2. §9.362περὶ ... ἤλυθεν — 分离(tmesis)的例子。原本是复合动词 περιῆλθεν(环绕、包围),但在荷马史诗中前置词 περί 与动词 ἤλυθεν(ἔρχομαι 的过去式)分离开来。宾格 φρένας(心智、精神)作为其支配的对象。
  3. §9.384ὡς ὅτε τις τρυπῷ — 由 ὡς ὅτε(正如……之时)引导的引入比喻(明喻)的从句。动词 τρυπῷ 是虚拟语气(τρυπάῃ 的收缩形),在没有 ἄν 或 κε 的情况下单独使用虚拟语气来表示一般的例示或习惯性行为,这是荷马史诗比喻句的典型语法特征。
  4. §9.405ἦ μή τίς — 疑问小辞 ἦ、否定词 μή 与不定代词 τίς 的结合。用于表示说话者在担忧或怀疑中期待否定回答的疑问句(“难道没有……吗?”)。在此处,其他独眼巨人所说的“μή τις(没有人)”在听觉上与奥德修斯的假名“Οὖτις”以及“μῆτις(智谋、计策)”产生重叠,构成了双关语。

引用这一段

荷马, 奥德赛 §9.355-9.421. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:9.355-9.421

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。