§9.495ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα §9.496αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.
“他刚才把投掷物扔进海里,就把船又引回陆地,我们还以为真要死在那里了。
§9.497εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε, §9.498σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα §9.499μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.
如果他听到任何人发出声音或说话,他就会扔出一块尖锐的石头,把我们的脑袋和船上的木料一起砸得粉碎;因为他能扔得那么远。
§9.500ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν, §9.501ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ· §9.502Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων §9.503ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν, §9.504φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι, §9.505υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
” 他们这样说,却没能说服我那宽宏的心,我反而以愤怒的心再次对那人说道: “独眼巨人,如果凡人中有人问起你那只眼睛可耻的失明,就说是毁城者奥德修斯弄瞎了你,他是拉埃尔特斯之子,在伊萨卡有他的家园。
§9.506ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
” 我这样说,他便呻吟着回答道: “唉,天哪!
§9.507ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.
昔日所说的神谕,如今果然落在我身上了。
§9.508ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε, §9.509Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο §9.510καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·
过去这里曾有一位杰出的、身材高大的预言家,泰勒摩斯,是欧律摩斯之子,他精通预言之术,在独眼巨人中靠占卜度过余生直至老去。
他曾告诉我,这一切日后都会实现,我将在奥德修斯的手中失去视力。
§9.513ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην §9.514ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν· §9.515νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς §9.516ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.
但我总以为,会有一个身材高大、容貌俊美且拥有强大力量的男子来到这里;然而现在,一个矮小、无能又懦弱的人,先用葡萄酒制服了我,然后弄瞎了我的眼睛。
§9.517ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω §9.518πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον· §9.519τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.
过来吧,奥德修斯,好让我为你献上款待的礼物,并敦促那著名的大地动摇者给你送行;因为我是他的儿子,他也自称是我的父亲。
§9.520αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος §9.521οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
如果他愿意,他自己就会治愈我,而无论在福乐的神明中还是在凡人中,都没有其他人能做到这一点。
§9.522ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· §9.523αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην §9.524εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,
” 他这样说,我便回答他道: “但愿我能剥夺你的生命和寿命,把你送进哈得斯的冥府!
§9.525ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.
因为正如那大地的动摇者绝对无法治愈你的眼睛一样确定!
§9.526ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι §9.527εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα· §9.528κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,
” 我这样说,他便向着繁星点点的天空伸出双手,向主宰波塞冬祈祷: “请倾听我,拥抱大地、拥有黑色秀发的波塞冬!
§9.529εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι, §9.530δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι §9.531υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
如果我真的是你的儿子,而你也自称是我的父亲,求你不要让那毁城者奥德修斯回到家中,他是拉埃尔特斯之子,在伊萨卡有他的家园。
§9.532ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι §9.533οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν, §9.534ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους, §9.535νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.
但如果他命定要见到他的亲友,并回到他建造良好的家园和自己的祖国土地,那就让他历尽艰辛,在失去了所有伙伴之后,搭乘别人的船迟迟归来,并在家中发现灾难吧。
§9.536ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης.
” 他这样祈祷着,黑色秀发的深海之神听见了他的请求。
§9.537αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας §9.538ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον, §9.539κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο §9.540τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.
而那巨人再次举起了一块大得多的巨石,旋转着扔了过去,并使出了无边无际的力量,丢在深色船首的船只正后方不远处,差一点就碰到了舵的末梢。
§9.541ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης· §9.542τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.
海水在落下的巨石下汹涌翻滚,波浪将船推向前方,迫使它到达岸边。
§9.543ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι §9.544νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι §9.545ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί, §9.546νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν, §9.547ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
但当我们来到那个岛屿时——那里有其他配备优良船舱的船只正成群地等待着,伙伴们正围坐在周围悲伤地叹息,时刻期待着我们的归来—— 我们来到那里,把船拖上海滩,自己也走上了波涛汹涌的海岸。
§9.548μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες §9.549δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
我们从空心的船里牵出独眼巨人的羊群,分发下去,以便我手下的任何人都不至于分不到平等的一份。
§9.550ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι §9.551μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ §9.552Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει, §9.553ῥέξας μηρίʼ ἔκαιον·
但在分羊的时候,配备有精美护腿的伙伴们把那只雄羊单独作为特别的奖赏赐给了我;我在海岸上把它献祭给那头顶黑云、统治万物的克罗诺斯之子宙斯,并烧毁了股骨。
ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν, §9.554ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι §9.555νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.
然而,他并不在意我的祭品,反而正在谋划着如何让我所有配置精良的船只和忠诚的伙伴们全部毁灭。
§9.556ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα §9.557ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· §9.558ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, §9.559δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
于是那天一整天直到日落,我们都坐着宴饮,享用无尽的肉食和甜美的酒;而当太阳下山、夜幕降临之时,我们便在海浪拍击的沙滩上安睡。
§9.560ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §9.561δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα §9.562αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
当早生的、玫瑰色手指的黎明出现时,就在那时,我督促我的伙伴们,命令他们登船并解开船尾的缆绳。