Humanitext Reader

荷马 · 奥德赛 §23.223-23.296

延长的长夜与特瑞西阿斯预言的倾诉

第 164 段,共 173 段 · 希腊语

内容简介

佩内洛佩终于确认奥德修斯的身份,夫妻二人相拥而泣。在雅典娜为他们延长夜晚的同时,奥德修斯向她吐露了特瑞西阿斯关于他未来艰辛旅程与安详死期的预言,二人随后相伴回到了久违的婚床上。

§23.223τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ §23.224λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
她自己并非一早就在心中抱有这桩悲惨的迷妄,而这迷妄最先也给我们带来了苦难。
§23.225νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας §23.226εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει, §23.227ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη, §23.228Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ, §23.229ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο, §23.230πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.
但是现在,既然你已经历历说出了我们床铺的那些清晰印记,那是除了你和我、还有我来这里时父亲赏赐给我的一位唯一的女仆、也就是阿克托里斯的女儿之外,没有其他凡人见过的床铺,她曾为我们看守着这间坚固卧室的门锁—— 如今你终于说服了我的心,哪怕它曾是何等顽固。
§23.231ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο· §23.232κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
” 她这样说,而在他的心中激起了更强烈的哭泣渴望;他流着泪,紧紧抱住他那合意而贤睿的妻子。
§23.233ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ, §23.234ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ §23.235ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ· §23.236παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε §23.237νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη, §23.238ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες· §23.239ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ, §23.240δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
犹如正当陆地在那些游泳者的眼前欢悦地显现之时,他们的坚固船只在海中被波塞冬凭借着狂风和巨浪击碎;仅有少数人从灰白的海洋中通过游泳逃到了陆地上,很多盐结晶附着在他们的皮肤上,他们欢悦地踏上土地,逃脱了这场浩劫—— 同样地,对于凝视着他的妻子来说,丈夫是如此令她欢欣,她那白皙的双臂,一刻也不曾从他的脖子上松开。
§23.241καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς, §23.242εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
此时,玫瑰色手指的黎明本要照耀在哭泣的两人身上,如果那闪亮眼眸的女神雅典娜没有另作打算的话。
§23.243νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε §23.244ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους §23.245ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας, §23.246Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.
她在西方延缓了漫长黑夜的行进,而将黄金宝座的黎明留在大洋俄刻阿诺斯的岸边,不容她套上那为人类带去光明的骏马,即负载黎明的两匹马,兰普斯和法厄同。
§23.247καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς §23.248ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων §23.249ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται, §23.250πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
这时,足智多谋的奥德修斯对他的妻子说道: “妻子啊,我们还没有到达所有试练的终点,后面仍有无法限量的艰辛,许多且困难重重,我必须将它们全部完成。
§23.251ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο §23.252ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω, §23.253νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.
因为在我下到哈得斯的府邸那天,为了寻找同伴们和我自己的归途,特瑞西阿斯的灵魂曾如此向我预言。
§23.254ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη §23.255ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.
但是来吧,妻子,让我们同床共枕,好让现在我们便在甜美的梦乡中安歇。
§23.256τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §23.257εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ §23.258σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι §23.259οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν· §23.260ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, §23.261εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω, §23.262πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.
” 贤睿的佩内洛佩娅回答他道: “你的床铺自然会在你心中渴望的任何时候为你准备好,因为神明毕竟已使你回到了你那建造完好的宅第和你的祖国土地;但是既然你提到了这件事,且神明将此注入你的心中,来吧,把那试练告诉我,因为我想在以后我也会听闻的,而现在立刻了解它也不是坏事。
§23.263τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §23.264δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις §23.265εἰπέμεν;
” 足智多谋的奥德修斯回答她说: “奇特的人啊,为何你要如此催促我说出此事呢?
αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.
但我仍将述说,不会隐瞒。
§23.266οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς §23.267χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν §23.268ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν, §23.269εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν §23.270ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν· §23.271οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους, §23.272οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
不过,你的心绝不会高兴;因为我自己也不喜欢它,毕竟他命令我带着顺手的桨,去到许多人类的城市,直到我到达那些不知海洋为何物、食物中也从不掺盐的男人们那里;那些人也全然不知红颊的船只,也不知顺手的桨,那可是船只的翅膀。
§23.273σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω· §23.274ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης §23.275φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, §23.276καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν, §23.277ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, §23.278ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον, §23.279οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας §23.280ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, §23.281πᾶσι μάλʼ ἑξείης·
他告诉了我这个清晰的印记,我也不会对你隐瞒:当遇到另一位旅人,他对我说我的明亮肩膀上扛着扬谷用的木铲时,他命令我那时就在该地插上桨,向伟大的波塞冬主宰献上美好神圣的祭品:一只公羊、一只公牛和一只配种的野公猪,然后踏上归途,向那些占有宽广天空的不朽神明,依次献上神圣的百牛大祭。
θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ §23.282ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ §23.283γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ §23.284ὄλβιοι ἔσσονται·
而对于我自身,死亡将从海洋中极其温和地降临,这死亡将夺走我在舒适的晚年中的生命;而我周围的子民将会是幸福富庶的。
τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
他宣称这一切都将实现。
§23.285τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §23.286εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον, §23.287ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
” 贤睿的佩内洛佩娅再次对他说: “如果神明真的能实现一个更美好的晚年,那么你就有望能够逃脱那些苦难了。
§23.288ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· §23.289τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν §23.290ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.
” 他们便这样互相交谈;与此同时,欧律诺墨和乳母在闪亮燃烧的松明下用柔软的织物铺好床铺。
§23.291αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, §23.292γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει, §23.293τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν §23.294ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα· §23.295ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν.
当她们急忙铺好坚实的床后,老乳母便走回她自己的住所去睡觉,而女管家欧律诺墨则手执松明,引导着走向床铺的他们;引导他们进入卧室后,她便退了回去。
οἱ μὲν ἔπειτα §23.296ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·
他们于是欢悦地回到了昔日那老床铺的规仪。 ”

词汇与语法注释

  1. §23.223τὴν δʼ ἄτην — 承接前文中海伦的例子。置于句首的宾格 `τὴν δʼ ἄτην` 是动词 `ἐγκάτθετο` 的直接宾语,通过倒装句式强调海伦最初并非故意在心中存有这桩带来灾难的迷妄。
  2. §23.233ὡς δʼ ὅτʼ ἂν — 引入比喻(明喻)的公式化表达。`ὅτʼ ἂν` 后接虚拟语气(此处为 `φανήῃ`),构成荷马史诗中特有的泛指/假设性明喻构文,用以描绘一种常态化或假定性的图景。
  3. §23.241καί νύ κʼ ... φάνη ... εἰ μὴ ... ἐνόησε — 虚拟语气中的反事实条件句。主句使用语气助词 `κʼ`(`κε`)加直陈式过去时(此处 `φάνη` 为无增音不定过去时 `ἐφάνη`),条件句使用 `εἰ μὴ` 加直陈式不定过去时(`ἐνόησε`),表明若非雅典娜的神意干预,黎明本已在他们的哭泣中到来。
  4. §23.281ἐξ ἁλὸς — 特瑞西阿斯关于奥德修斯死因预言中一个极其著名的难点。根据介词 `ἐξ` 的不同解读,它既可以指“来自海上”(死于海上或由海而来的灾难),也可以指“远离海洋”(在远离海的陆地上安详死去)。

引用这一段

荷马, 奥德赛 §23.223-23.296. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:23.223-23.296

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。