Humanitext Reader

荷马 · 奥德赛 §24.1-24.69

赫尔墨斯引导亡魂与阿基琉斯的葬礼追忆

第 166 段,共 173 段 · 希腊语

内容简介

赫尔墨斯将求婚者们的灵魂引向冥界,在那里阿基琉斯和阿伽门农的灵魂相遇。阿伽门农回忆起阿基琉斯荣耀的葬礼,并对他的死表示赞颂。

§24.1Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο §24.2ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν §24.3καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει §24.4ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·
库勒涅的赫尔墨斯唤出了求婚者们的灵魂;他手里拿着一根美丽的黄金魔杖,他用它来使他所愿意的人们的双眼入睡,而对那些睡着的人,他又将他们唤醒。
§24.5τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.
他用这魔杖驱策他们、引导他们,而魂灵们则唧唧喳喳地跟着。
§24.6ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο §24.7τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν §24.8ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται, §24.9ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν §24.10Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.
犹如在神奇洞穴的深处,蝙蝠唧唧喳喳地飞舞,当其中一只从挂在岩石上的群落中坠落,它们便互相紧紧抓在一起,魂灵们就这样唧唧喳喳地一同走着;而慈悲的赫尔墨斯走在前面,领着他们沿着阴暗的道路前行。
§24.11πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην, §24.12ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων §24.13ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα, §24.14ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.
他们经过了俄刻阿诺斯的水流和莱夫卡斯之岩,又经过了赫利俄斯之门和梦之国度前行;他们很快便来到了阿斯福德洛斯盛开的草地,那里居住着亡魂,即逝者的影子。
§24.15εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος §24.16καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο §24.17Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε §24.18τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο
他们遇见了佩琉斯之子阿基琉斯的灵魂,以及帕特罗克洛斯、无瑕的安提洛科斯的灵魂,还有埃阿斯,他在外貌和体格上都是在无瑕的佩琉斯之子以外所有其他达奈人中最优秀的。
§24.19ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον·
于是,这些魂灵聚在他的周围。
ἀγχίμολον δὲ §24.20ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο §24.21ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ §24.22οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
而在近旁,阿特柔斯之子阿伽门农的灵魂也走了过来,满怀悲伤;在他周围还聚集着其他人,都是那些在埃癸斯托斯的府邸里与他一同死去并顺从了命运的人。
§24.23τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος· §24.24Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ §24.25ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα, §24.26οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες §24.27δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.
佩琉斯之子的灵魂首先对他开口说道: “阿特柔斯之子啊,我们曾以为在所有英雄当中,你一生都最受那喜爱雷霆的宙斯的眷顾,因为在特洛伊人的土地上,当阿开亚人遭受苦难时,你统治着众多且强勇的人民。
§24.28ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν §24.29μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.
然而,那凡是出生的人都无法逃脱的毁灭性命运,确实也早早地降临在你的身边。
§24.30ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες, §24.31δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν· §24.32τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί, §24.33ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·
愿你在享有你所统领的尊荣之时,在特洛伊人的土地上迎接死亡和命运;这样全体阿开亚人本会为你修筑坟墓,你也会给你的儿子在后世赢得伟大的荣光。
§24.34νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
但如今,你却注定要被最悲惨的死亡所夺去生命。
§24.35τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο· §24.36ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, §24.37ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι §24.38κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι, §24.39μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης §24.40κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
” 阿特柔斯之子的灵魂接着对他说: “佩琉斯的幸福之子,媲美神明的阿基琉斯啊,你死在特洛伊,远离阿耳戈斯;而在你周围,特洛伊人和阿开亚人中其他最优秀的子弟纷纷被杀,为你而战;而你则躺在尘土的旋风中,伟岸而又巨大,忘却了你的御马之术。
§24.41ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν §24.42παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
我们战斗了整整一天;若不是宙斯用风暴制止,我们绝不会完全停止战斗。
§24.43αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο, §24.44κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν §24.45ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ §24.46δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.
当我们把你从战场带回船上,将你安放在床榻上,用温水和香油清洁了你美丽的身体;在你的周围,达奈人流下许多温热的眼泪,并剪下了他们的头发。
§24.47μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν §24.48ἀγγελίης ἀΐουσα·
你的母亲听到了消息,与不死的海洋女仙们一同从海中走来。
βοὴ δʼ ἐπὶ πόντον ὀρώρει §24.49θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς· §24.50καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας, §24.51εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,
于是海面上响起了奇妙的惊呼,战栗攫住了所有的阿开亚人;他们险些就要跳起来逃往空心的船上,若不是一个懂得许多古老往事的人拉住了他们。
§24.52Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· §24.53ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· §24.54ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·
他就是涅斯托尔,他的计谋在以前也被证明是最好的;他怀着善意向他们演讲,并对他们说道: ‘阿耳戈斯人啊,止步,不要逃跑,阿开亚的青年们!
§24.55μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν §24.56ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.
这是他的母亲,正与不死的海洋女仙们一同从海里来,要探望她死去的儿子。
§24.57ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·
’ 他这样说,心胸宽广的阿开亚人便停止了恐慌。
§24.58ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος §24.59οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.
在你周围站着海中老人的女儿们,悲戚地哀悼,并为你披上了不死的衣裳。
§24.60Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ §24.61θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας §24.62Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.
九位缪斯全部用美丽的歌声交替唱起哀歌;在那里,你不会看到任何一个阿耳戈斯人没有流泪,因为那声音清亮的面若缪斯如此激荡人心。
§24.63ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ §24.64κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι· §24.65ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ §24.66μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
十七个昼夜,我们同样地为你哭泣,无论是不死的众神还是终有一死的凡人;在第十八天,我们将你付诸火葬,并在你周围宰杀了许多肥壮的羊和弯角的牛。
§24.67καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ §24.68καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ §24.69τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
你在神明的衣服和大量的香油以及甘甜的蜂蜜中被焚烧;许多阿开亚英雄穿着铠甲,围绕着正在燃烧的你那火葬堆跃动,

词汇与语法注释

  1. §24.5ταὶ δὲ τρίζουσαι ἕποντο — 指示代名词(冠词作代名词)ταὶ 指代前文的女性名词 ψυχάς(灵魂)。分词 τρίζουσαι(唧唧喳喳、尖叫)修饰它们,形容亡魂发出像蝙蝠一般尖锐、微弱的叫声。
  2. §24.30ὡς ὄφελες... ἐπισπεῖν — ὡς 与 ὄφελες(ὀφείλω 的不定过去时第二人称单数)连用,并接不定式 ἐπισπεῖν(第31行),表示对过去未实现之事实的强烈愿望(“要是你当时……就好了”)。
  3. §24.50καί νύ κʼ ἀναΐξαντες ἔβαν... εἰ μὴ ἀνὴρ κατέρυκε — 过去反事实条件句。主句(第50行)使用助词 κʼ (κε) 搭配直陈式过去时 ἔβαν,条件句(第51行)使用 εἰ μὴ 搭配直陈式过去时 κατέρυκε,表示与过去事实相反的假设(“若不是一个人拉住他们,他们当时就已经逃走了”)。
  4. §24.61ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας — 助词 κεν 与直陈式过去时 ἐνόησας 连用,表示过去的可能性或省略了条件句的虚拟主句(“在那里,[如果你在场的话]你将看不到任何一个不流泪的人”)。

引用这一段

荷马, 奥德赛 §24.1-24.69. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:24.1-24.69

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。