Humanitext Reader

荷马 · 奥德赛 §21.219-21.290

吩咐仆从与奥德修斯请求试弓

第 151 段,共 173 段 · 希腊语

内容简介

奥德修斯向忠诚的牛倌和猪倌展示伤疤以表明真实身份,并吩咐了突袭的计划。与此同时,求婚者们在试弓时接连失败,奥德修斯提出亲自试弓的请求引来了他们的愤怒。

§21.219οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι §21.220Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
“那就是那道伤疤,当年我与奥托吕科斯的儿子们一同前往帕耳那索斯时,一头野猪用白牙在我身上留下的伤疤。
§21.221ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
” 他这样说着,便拨开破烂的衣服,露出那道巨大的伤疤。
§21.222τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα, §21.223κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε, §21.224καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
他们两人仔细端详,认清了每一个细节,便搂着足智多谋的奥德修斯痛哭起来,并亲切地吻着他的头和双肩。
§21.225ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
同样地,奥德修斯也吻了他们的头和双手。
§21.226καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, §21.227εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε· §21.228παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται §21.229ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
此时,若不是奥德修斯亲自制止并开口说话,太阳的光芒怕是要在他们的哭泣中落下了: “停止哭泣和哀号吧,免得有人走出殿堂时看见,并且又到里面去说。
§21.230ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες, §21.231πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω· §21.232ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί, §21.233οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·
你们应当一个接一个地进去,不要一起,我先去,随后是你们;让我们把这当成一个约定:因为其他所有人,也就是那些高傲的求婚者,是不会允许把弓和箭袋交给我的。
§21.234ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον §21.235ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ §21.236κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,
但是你,高贵的尤迈俄斯,要把弓拿到殿里,亲手交到我的手里,并告诉女铺们,把殿堂那些紧闭的门户牢牢关紧。
§21.237ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ §21.238ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε §21.239προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
如果有人在我们的围墙之内听到男人们的呻吟声或嘈杂声,千万不要走到门外,而是留在原地,静静地做自己的工作。
§21.240σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς §21.241κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.
至于你,高贵的菲洛伊提俄斯,我命令你把中庭的大门用钥匙锁上,并迅速套上绳索。
§21.242ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας· §21.243ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·
” 他说完,便走进了那座建造精良的屋子,然后走过去坐回了他刚才站起的那张椅子上。
§21.244ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.
随后,神圣奥德修斯的那两个仆人也跟着进去了。
§21.245Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα, §21.246θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς §21.247ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·
欧律马科斯此时正用手拨弄着弓,借着火光在各处温热它;但即便如此,他还是无法拉开它,他高贵的心中发出了沉重的叹息。
§21.248ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §21.249ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων·
他愤怒地开口说道: “哎呀,这真是我的痛苦,也是对所有人的痛苦!
§21.250οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ· §21.251εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ §21.252ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·
我倒不是为婚事本身如此难过,虽然我很悲伤;还有许多其他阿开亚女子,有的就在这海环水绕的伊萨卡岛上,有的在其他的城邦里。
§21.253ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν §21.254ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι §21.255τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.
但如果我们在力量上确实如此不及神一样的奥德修斯,甚至无法拉开这张弓,这在后世听来将是一场耻辱。
§21.256τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· §21.257Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.
” 欧裴忒斯的儿子安提诺乌斯回答他道: “欧律马科斯,事情不会是这样的;你心里也明白。
§21.258νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο §21.259ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ;
因为现在城邦里正举行那位神明的圣洁节日;谁会在此时拉弓呢?
ἀλλὰ ἕκηλοι §21.260κάτθετʼ·
不如安安静静地把弓放下。
ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας §21.261ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω, §21.262ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
至于那些铁斧,即使我们让它们全部留在这里,我想也不会有人走进来,把它从拉埃尔特斯之子奥德修斯的殿堂里拿走。
§21.263ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν, §21.264ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·
来吧,让斟酒人把酒倒入杯中,待我们奠酒完毕后,便把弯弓搁下。
§21.265ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν, §21.266αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν, §21.267ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ §21.268τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
明天清晨,你们吩咐山羊倌美兰提俄斯,把群羊中最为出色的山羊牵来,好让我们把大腿骨献给以善射闻名的阿波罗,随后试弓并结束这场竞技。
§21.269ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
” 安提诺乌斯这样说,他的话正合他们的心意。
§21.270τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, §21.271κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, §21.272νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
传令官们将水倒在他们的手上,青年们把酒倒满酒缸,并为所有人斟满酒杯。
§21.273οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, §21.274τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς· §21.275κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης· §21.276ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
当他们奠酒完毕并喝足了酒,足智多谋的奥德修斯便心怀诡计对他们说道: “听我说,显赫女王的求婚者们,让我说出我胸中之意。
§21.277Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα §21.278λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε, §21.279νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν· §21.280ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.
我特别向欧律马科斯和神一样的安提诺乌斯恳求,因为他也说了合乎时宜的话,让大家现在停止试弓,把这事托付给神明;明天清晨,神明会将胜利赐予他所中意的人。
§21.281ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν §21.282χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν §21.283ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν, §21.284ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.
但是,请把那张打磨光滑的弓交给我,让我在你们面前试试我的手劲和力气,看看我体内是否还留有往日我那柔韧肢体里的力量,还是漂泊和疏于照料已经彻底毁掉了它。
§21.285ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν, §21.286δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.
” 他这样说,他们所有人便都异常愤怒,害怕他真的拉开了那张打磨光滑的弓。
§21.287Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §21.288ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·
安提诺乌斯斥责他,开口说道: “啊,可怜的异乡人,你简直毫无理智。
§21.289οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν §21.290δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις
你难道不满足于能安逸地和我们这些高傲的人一同宴饮,不曾缺了任何一份食物,而且还能听我们

词汇与语法注释

  1. 21.226καί νύ κʼ ... εἰ μὴ ... ἐρύκακε — 虚拟条件句结构。主句使用带语气助词 κʼ (ἄν) 的直陈过去式(ἔδυ),从句使用 εἰ μή 与直陈过去式(ἐρύκακε),表示“若不是奥德修斯亲自制止,太阳光在他们痛哭时就已经落下了”这一与事实相反的假设。
  2. 21.235θέμεναι, εἰπεῖν — 不定式用作命令式(infinitive for imperative)。在这里,这两个不定式在语义上等同于直接命令,表示奥德修斯对尤迈俄斯的指示(“放!”、“告诉!”)。
  3. 21.255ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι. — 不定式 πυθέσθαι(听闻、获悉)用于修饰或解释名词 ἐλεγχείη(耻辱),说明耻辱的具体方面或后果,意为“即便对于后世之人听闻而言,也是一桩耻辱”。

引用这一段

荷马, 奥德赛 §21.219-21.290. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:21.219-21.290

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。