§21.363πλαγκτέ;
“流浪汉!
τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται §21.364οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων §21.365ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
很快,你自己养肥的那些猎犬就会在猪群旁将你咬死在远离人烟的地方,要是阿波罗对我们发慈悲,还有其他不死的神明也是。
§21.366ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ, §21.367δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
” 他们这样说;而他,由于害怕,便把正拿着的弓放回了原地,因为殿堂里有许多人在一起朝他呵斥。
但忒勒马科斯在另一边大声威胁着喊道: “老爹,把弓拿过来!
τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις §21.370μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι, §21.371βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.
很快你就会明白,顺从所有的人并不是好事,免得我虽然比你年轻,也把你赶到田野里去,用石块砸你;因为在力气上,我比你更强。
§21.372αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι, §21.373μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην· §21.374τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι §21.375ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.
但愿在双手和力量上,我比这殿堂里所有的求婚者都强那么多;那样我很快就会把他们中的一些人惨痛地赶出我们的家门,因为他们正在策划恶毒的阴谋。
§21.376ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν §21.377μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο §21.378Τηλεμάχῳ·
” 他这样说,所有的求婚者都对他快意地哄笑起来,并且平息了对忒勒马科斯那严厉怒火。
τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης §21.379ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.
而那牧猪人拿着弓走过大厅,走到睿智的奥德修斯身旁,交到了他的手里。
§21.380ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν· §21.381Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια, §21.382κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.
接着,他把乳母欧律克勒亚叫到门外,对她说道: “聪慧的欧律克勒亚啊,忒勒马科斯吩咐你,把大厅那扇紧闭的门户锁好。
§21.383ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ §21.384ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε §21.385προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
要是有人在我们的院落里,听见里面传来男人们的呻吟声或嘈杂声,绝不可走到门外来,而是要安静地留在原地,操持自己的活计。
” 他这样说着,而对她来说,那话语未曾插翅飞走;她锁上了那座建构良好的殿堂的大门。
斐洛伊提乌斯则静静地从屋里跳到门外,锁上了那座围墙坚固的庭院的大门。
§21.390κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης §21.391βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός· §21.392ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη, §21.393εἰσορόων Ὀδυσῆα.
廊下下正放着一条双头弯船的纸草缆绳,他用它拴紧了大门,然后自己走了进来;随后他走过去,坐在他刚才起身的凳子上,注视着奥德修斯。
ὁ δʼ ἤδη τόξον ἐνώμα §21.394πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα, §21.395μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
此时奥德修斯已经握住了弓,四下里翻转着它,在各处尝试着,唯恐在主人离家的日子里,角弓已被虫子蛀蚀。
§21.396ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· §21.397ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων· §21.398ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται §21.399ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ §21.400νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.
见此情景,有人看着身旁的人这样说道: “这家伙想必是个弓的鉴赏家和行家;或者是他自己家里也存着这样的家伙,或者他正盘算着要造一把,看这个饱经沧桑的流浪人,正用双手在各处不停地翻弄着它。
§21.401ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων· §21.402αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν §21.403ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.
” 另一个傲慢的青年又说道: “但愿这人能得到同样多的好处,正如他有朝一日能够把这弓拉开一样!
§21.404ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς, §21.405αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη, §21.406ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς §21.407ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν, §21.408ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός, §21.409ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
” 求婚者们这样议论着;然而足智多谋的奥德修斯,一拿起那张大弓,四下里查看清楚后,就像一个精通竖琴和歌唱的乐人,把琴弦轻易地套在新的琴轴上,两端系紧那绞得很细的羊肠线一样,奥德修斯就这样毫不费力地拉开了那张大弓。
§21.410δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς· §21.411ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.
接着,他用右手拿着并拨弄琴弦试了试,琴弦发出了清脆悦耳的声音,宛如燕子的鸣啭。
§21.412μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς §21.413ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·
求婚者们登时大惊失色,所有人的面色苍白;宙斯显现神迹,震天动地地打了个响雷。
§21.414γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς. §21.415ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·
于是,那历尽坎坷的高贵奥德修斯心中大喜,因为那足智多谋的克罗诺斯之子给他降下了征兆。
§21.416εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ §21.417γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης §21.418κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.
他拿起一支放在身旁桌上的快箭,它露在外面;而其余的箭都在空心的箭袋里,阿开亚人很快就会领教到它们的厉害。
§21.419τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε, §21.420αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν §21.421ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων §21.422πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε §21.423ἰὸς χαλκοβαρής·
他把箭搭在弓把上,拉紧了弓弦和箭尾,就坐在他原先起身的凳子上,把箭射了出去,他径直瞄准,没有漏过所有斧头的第一个柄孔,那沉重的青铜箭头直穿而过,射向门外。
ὁ δὲ Τηλέμαχον προσέειπε· §21.424Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει §21.425ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον §21.426δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν, §21.427οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.
随后他对忒勒马科斯说道: “忒勒马科斯,坐在你殿堂里的这位客人并没有给你丢脸,我既没有脱靶,也没有在拉弓上费劲太久;我的力量依然稳固,绝不像那些求婚者作践并藐视我时所说的那样。