Humanitext Reader

荷马 · 奥德赛 §16.412-16.481

佩涅洛佩质问求婚人与欧迈奥斯归来

第 117 段,共 173 段 · 希腊语

内容简介

佩涅洛佩从梅东处得知求婚者刺杀其子的阴谋,在大厅里痛斥安提诺乌斯,而欧律马科斯则用虚伪的言辞安抚她。黄昏时分,欧迈奥斯回到已被恢复老人面貌的奥德修斯处,忒勒玛科斯向他打听到了伏击船只的动静。

§16.412κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
因为传令官梅东向她禀报了此事,他听到了他们的密谋。
§16.413βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
于是她动身,由侍女们陪同前往大厅。
§16.414ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, §16.415στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, §16.416ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
然而,当这位高贵的妇人来到求婚者面前时,她停留在建造坚固的房屋柱子旁,用闪亮的头巾遮住两颊。
§16.417Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §16.418Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν
她严厉地斥责安提诺乌斯,对他说话并点名道: “安提诺乌斯,你这傲慢无礼、满腹坏水的家伙!
§16.419ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον §16.420βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.
可人们却说你在伊萨卡的土地上,在同龄人当中,论智谋和言辞是最优秀的;但你绝非那样的人。
§16.421μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε §16.422ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς §16.423μάρτυρος;
狂妄的人啊,为什么你要为忒勒玛科斯策划死亡与毁灭,而不顾惜那些以宙斯为证人的求恳者?
οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
彼此设计陷害是不义的。
§16.424ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων, §16.425δῆμον ὑποδείσας;
难道你不知道,你的父亲曾因惧怕民众,作为逃亡者来到这里吗?
δὴ γὰρ κεχολώατο λίην, §16.426οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν §16.427ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν· §16.428τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ §16.429ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν· §16.430ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
因为他们当时对他非常愤怒,由于他跟随了塔菲亚的海盗,骚扰了与我们结盟的泰斯普罗托斯人;民众想要消灭他,夺去他宝贵的生命,并吞食他那丰富充足的生计;但是奥德修斯尽管他们渴望动手,仍旧阻拦并制止了他们。
§16.431τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα §16.432παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·
如今你却无耻地耗费着那个人的家产,向他的妻子求婚,企图杀害他的儿子,使我蒙受极大的痛苦。
§16.433ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.
我命令你住手,并吩咐其他人也同样住手。
§16.434τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· §16.435κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, §16.436θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
” 随后,波吕玻斯之子欧律马科斯回答她说道: “伊卡里奥斯的女儿,聪慧的佩涅洛佩,请放心,不要让这些事情困扰你的心。
§16.437οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται, §16.438ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει §16.439ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
这样的人现在没有,将来也不会有,也绝不可能出现,敢向你的儿子忒勒玛科斯动手,只要我还活着,还能在世上看见光芒。
§16.440ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· §16.441αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
因为我敢这样宣告,而且这必定会实现:他的黑血立刻就会在我们的枪尖周围喷涌而出。
§16.442ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς §16.443πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν §16.444ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.
因为事实上,即使是我,摧毁城市的奥德修斯也常常把我抱在他的膝头上,把烤肉放在我的手里,并把红色的葡萄酒送到我的嘴边。
§16.445τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν §16.446ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα §16.447ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.
因此,忒勒玛科斯对我来说是所有人中最亲爱的人,我叫他完全不必害怕来自求婚者们的死难;但如果是来自神明的,则无可逃避。
§16.448ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.
” 他这样说着安抚她,而他自己却在为忒勒玛科斯策划毁灭。
§16.449ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα §16.450κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον §16.451ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
于是她上到明亮的高层寝室,为她亲爱的丈夫奥德修斯哭泣,直到灰眼睛的雅典娜将甜美的睡眠洒在她的眼睑上。
§16.452ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς §16.453ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο, §16.454σῦν ἱερεύσαντες ἐνιαύσιον.
黄昏时分,高贵的猪倌来到了奥德修斯和他的儿子身旁;他们正忙碌着准备晚饭,宰杀了一头一岁大的猪。
αὐτὰρ Ἀθήνη, §16.455ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα §16.456ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα, §16.457λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης §16.458γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ §16.459ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.
然而雅典娜走上前去,用手杖击打了拉埃尔特斯之子奥德修斯,使他再次变成老人的模样,并让他穿上破烂的衣服,免得猪倌正面相视时认出他,并跑去向聪慧的佩涅洛佩报信,免得他无法在心中保守秘密。
§16.460τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν· §16.461ἦλθες, δῖʼ Εὔμαιε.
忒勒玛科斯先向他开口说话道: “你回来了,高贵的欧迈奥斯。
τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;
城里有什么传闻吗?
§16.462ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν §16.463ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;
傲慢的求婚者们是否已经结束埋伏,回到了大厅里,还是他们依然在等候着我回家?
§16.464τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· §16.465οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι §16.466ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει §16.467ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.
” 你回答他说道,猪倌欧迈奥斯: “我下到城里时,并没有心思去打听和询问这些事;我的心催促我尽快传达完口信就转回这里。
§16.468ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς, §16.469κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
而你同伴中的一个敏捷的使者,一个传令官,在途中与我相遇,他确实是第一个向你母亲报信的人。
§16.470ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.
不过另一件事我是知道的,因为我用眼睛亲眼看见了。
§16.471ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν, §16.472ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν §16.473ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ, §16.474βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι· §16.475καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.
当我已经在城之上、赫尔墨斯山丘所在的那个地方往回走时,我看见一艘快船正驶入我们的港口;船上有许多男子,船里装满了盾牌和双刃枪;我猜想他们就是那些人,但我不敢确定。
§16.476ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο §16.477ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.
” 他这样说着,而忒勒玛科斯的神圣力量微笑了,他用眼睛看着他的父亲,避开了猪倌的目光。
§16.478οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα, §16.479δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
当他们完成了劳作并准备好筵席后,便开始进餐,他们的心在平均分配的筵席上毫无匮乏。
§16.480αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §16.481κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
当他们排除了对饮料和食物的渴望后,便想到了就寝,并领受了睡眠的礼物。

词汇与语法注释

  1. §16.412ὃς ἐπεύθετο βουλάς — 关系代词 ὃς 的先行词是 Μέδων(梅东)。该关系从句解释了他因听到了求婚者们的阴谋(βουλάς)从而得以向佩涅洛佩禀报。
  2. §16.422οἷσιν ἄρα Ζεὺς μάρτυρος — 关系代词 οἷσιν 以 ἱκέτας(求恳者)为先行词,表明宙斯是神圣求恳行为的见证人(即保护者)。
  3. §16.437οὐδʼ ἔσσεται οὐδὲ γένηται — 将来时直陈式 ἔσσεται 与不定过去时虚拟式 γένηται 在否定词 οὐδέ 之后并列。这是荷马史诗特有的句式,用以表达对未来的强烈否定断言。
  4. §16.459μηδὲ φρεσὶν εἰρύσσαιτο — 此处的希求式承接前句的 μή ἕ... γνοίη,用于表示目的或担忧的从句。εἰρύσσαιτο 意为“在心中保留或保守”,整句表达了担心猪倌无法保守秘密的忧虑。

引用这一段

荷马, 奥德赛 §16.412-16.481. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:16.412-16.481

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。