§16.341βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.
他启程前往猪群那里,离开了庭院和大厅。
§16.342μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ, §16.343ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, §16.344αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
而求婚者们心怀忧伤,垂头丧气,他们走出大厅,绕过院子的巍峨围墙,就在门前坐了下来。
§16.345τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· §16.346ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται §16.347Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
此时,波吕玻斯之子欧律马科斯开始向他们发言: “朋友们啊,这桩大难临头的冒失之事竟然成功了,忒勒玛科斯的这次航行;而我们曾说他绝不能成功。
§16.348ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη, §16.349ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα §16.350κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.
且慢,让我们拖出一艘最好的黑船,召集海上的桨手,让他们尽快向那些人通风报信,让他们赶紧回家。
§16.351οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα, §16.352στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός, §16.353ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
” 话音未落,安菲诺摩斯便看见了那艘船,他转过身来,看见它已在那深邃的港湾内,降下风帆,并把双桨握在手里。
§16.354ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι· §16.355μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.
他不禁愉快地笑了起来,对同伴们说: “我们不必再催发什么口信了,因为他们已经回来了。
§16.356ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ §16.357νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.
或者是哪位神明告诉了他们这事,或者他们自己瞅见那艘船驶过,却没法追赶得上。
§16.358ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης, §16.359αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν, §16.360τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
” 他这么说着,众人起身走向海滩,很快便把那艘黑船拖上了陆地,气宇轩昂的仆从们帮他们取下了兵器。
§16.361αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον §16.362εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
而他们自己则成群结队地走向集市,不让任何其他人,无论是年轻人还是老人,与他们坐在一起。
§16.363τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· §16.364ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
欧沛忒斯之子安提诺乌斯对他们说道: “哎呀,神明竟然把这人从灾难中解救了出来。
§16.365ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας §16.366αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι §16.367οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ §16.368νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν, §16.369Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες §16.370αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,
白天里,我们的瞭望哨坐在风声呼啸的山顶上,轮番值守;而当太阳西下,我们从未在陆地上过夜,而是在大海上,驾着快船游弋,等待着神圣的黎明,伺机埋伏忒勒玛科斯,好把他捉住杀掉;然而在此期间,神明却把他带回了家里。
§16.371ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον §16.372Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω §16.373τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
那么,让我们在这里为忒勒玛科斯策划悲惨的死地,别让他从我们手中逃脱;因为我认为只要他还活着,我们的这桩大事就绝难成全。
因为他本人心智聪颖,富有谋略,而民众也已不再全然顺从、偏袒我们。
§16.376ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς §16.377εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω, §16.378ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς §16.379οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·
那么快动手吧,在他把阿开亚人召集到集市之前——因为我想他绝不会善罢甘休,而是会大发雷霆,在众人面前站起身来宣告,我们曾如何谋划置他于死地,却没有得手。
§16.380οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα· §16.381μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι §16.382γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·
人们听闻这种恶行,绝不会赞同;唯恐他们对我们降下惩罚,把我们赶出我们的国土,使我们流落到异乡人的邦国。
§16.383ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος §16.384ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν, §16.385δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε §16.386κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.
所以,让我们在他之前动手,在城外的田野里或者在路上把它杀掉;我们要占有他的家当和财产,在我们之间按份瓜分,而把那座宅院留给他的母亲,以及娶她的人拥有。
§16.387εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε §16.388αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα, §16.389μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν §16.390ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος §16.391μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα §16.392γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
但如果这个建议不合你们的心意,而你们宁愿让他活着,保有他父亲的所有家产,那我们此后就不该再聚在这里,大肆耗费他那令人心旷神怡的财物,而是应当各自在自己的宅邸里,送出聘礼,向她求婚;然后她自会嫁给那个出价最高、且命运注定要来娶她的人。
§16.393ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
” 他这么说着,众人皆静默不语。
§16.394τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε, §16.395Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος, §16.396ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος, §16.397ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ §16.398ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
这时,安菲诺摩斯向他们发言并说道,他是阿雷托斯君王之子尼索斯的光彩夺目的儿子,他率领着求婚者们,从那麦产丰饶、草木葱茏的杜利基翁而来,并且他的言谈最受佩涅洛佩喜爱;因为他怀有良好的德性。
§16.399ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· §16.400ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι §16.401Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν §16.402κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
他怀着好意向众人发言说道: “朋友们啊,我可不愿去杀害忒勒玛科斯;杀害王室的子嗣是一桩可怕的事;还是让我们先去探询神明的旨意。
§16.403εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες, §16.404αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω· §16.405εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.
如果伟大的宙斯的神谕表示赞同,我会亲自动手杀他,并吩咐其他所有人也一同动手;但如果神明阻拦,我劝大家作罢。
§16.406ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
” 安菲诺摩斯这样说着,他的话得到了众人的赞同。
§16.407αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος, §16.408ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
随后他们立刻起身,走入奥德修斯的府邸,进去之后,在磨光的椅子上坐了下来。
此时,聪慧的佩涅洛佩又有了别的主意,要在那些骄横无礼的求婚者面前现身。
§16.411πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·
因为她在府邸里,已经听到了有关她儿子死难的密谋;