§17.1ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §17.2δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα §17.3Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
当初升的、玫瑰色手指的黎明女神显现时,那时,在脚下系上美丽凉鞋的,便是神圣奥德修斯的爱子忒勒玛科斯。
§17.4εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει, §17.5ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην· §17.6ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με μήτηρ §17.7ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω §17.8κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,
他拿起那杆合手的强劲长枪,急切地向城里走去,并对他的猪倌说道: “阿爸,我确实要去城里,好让我的母亲见到我;因为我想,在她亲眼见到我之前,她绝不会停止痛苦的哭泣和含泪的哀号。
§17.9πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω.
不过,我对你有这样的吩咐。
§17.10τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι §17.11δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι §17.12πύρνον καὶ κοτύλην·
把那位不幸的异乡人带到城里,让他可以在那里乞讨食物;谁愿意,谁就会给他一片面包和一杯水。
ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας §17.13ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·
而我自己,尽管心中怀着痛苦,也无论如何无法容忍所有人。
那个异乡人如果对此非常生气,那对他来说将是更痛苦的事;因为我确实喜欢说真话。
§17.16τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §17.17ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·
” 足智多谋的奥德修斯回答他说道: “朋友,我自己也不渴望留在这里。
§17.18πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς §17.19δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.
乞丐在城里乞讨食物,确实比在田间更好;谁愿意,谁就会给我。
§17.20οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί, §17.21ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.
因为我已经不再是留在牧舍里、服从主人一切命令的年纪了。
§17.22ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις, §17.23αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
你去吧;我将由你吩咐的这个人带路,一旦我烤火暖和了身体,并且日光变得温暖时。
§17.24αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ §17.25στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.
因为我身上的这些衣服实在太破烂了;我害怕清晨的霜冻会冻坏我;而且据说城里离这里很远。
§17.26ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει, §17.27κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.
” 他这样说着,忒勒玛科斯穿过牧舍走去了,他迈着轻快的步伐,在心中为求婚者们策划着灾难。
§17.28αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας, §17.29ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν, §17.30αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
当他来到建造得很好的宅邸时,他把带来的长枪靠在大柱子上立好,自己则走了进去,跨过石制的门槛。
§17.31τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια, §17.32κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι, §17.33δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι §17.34δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο, §17.35καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
最先看见他的是乳母欧律克勒亚,她当时正在雕刻精美的椅子上铺羊皮;她流着泪,立刻向他走去;周围坚忍的奥德修斯的其他侍女们也聚集过来,亲切地亲吻着他的头和肩膀来欢迎他。
§17.36ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια, §17.37Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ, §17.38ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα, §17.39κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά, §17.40καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· §17.41ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος.
随后,聪慧的佩涅洛佩从寝室里走出来,宛如阿耳忒弥斯或金色的阿佛罗狄忒,她流着泪,把双臂搂住她心爱的儿子,亲吻了他的头和那双美丽的眼睛,她哀哭着,对他吐出长了翅膀的话语: “你回来了,忒勒玛科斯,甜蜜的光芒。
οὔ σʼ ἔτʼ ἐγώ γε §17.42ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε §17.43λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.
我以为再也见不到你了,自从你乘船前往皮洛斯,背着我,未经我同意,去打听你亲爱的父亲的消息。
§17.44ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
来吧,快向我诉说,你如何得见他的面容。
§17.45τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §17.46μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ §17.47ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·
” 聪慧的忒勒玛科斯回答她说道: “我的母亲,请不要让我悲伤哭泣,也不要激荡我胸中的心,我才刚刚逃离那险些丧命的毁灭。
§17.48ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, §17.49εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν §17.50εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας §17.51ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
请去沐浴,穿上干净的衣服,带着侍女们上到高层的房间,向所有的神明祈求,许愿献祭完美的百头大祭,只要宙斯有朝一日能成就报应。
§17.52αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω §17.53ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.
而我,我要去广场,为了去召集那个在我从那里回来时一路陪伴我到这里的异乡人。
§17.54τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι, §17.55Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα §17.56ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
我已让他随神圣的同伴们先走,并吩咐佩赖奥斯把他带到自己的家里,热情地款待并尊重他,直到我过去。
§17.57ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
” 他这样说着,而她的言语却留在了口中。
§17.58ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, §17.59εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας §17.60ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
她去沐浴,穿上了干净的衣服,向所有的神明祈求,许愿献祭完美的百头大祭,只要宙斯有朝一日能成就报应。
§17.61Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει §17.62ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
随后,忒勒玛科斯手持长枪,穿过大厅走了出去;两只矫捷的猎犬陪伴着他。
§17.63θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη· §17.64τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
雅典娜将神圣的优雅倾注在身,所有的民众在迎面而来的他身上注视赞叹。
§17.65ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο §17.66ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.
他的周围聚集着傲慢的求婚者们,他们口中说着好话,心中却在策划着险恶。
§17.67αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,
但他避开了他们庞大的人群,