Humanitext Reader

荷马 · 奥德赛 §14.1-14.69

抵达猪倌欧迈奥斯的住处并受到款待

第 95 段,共 173 段 · 希腊语

内容简介

奥德修斯遵照雅典娜的指引,来到忠诚的猪倌欧迈奥斯的住所。欧迈奥斯热情款待了这位装扮成穷苦老人的主人,并向他倾诉了自己对久未归来的主人的忠诚与哀思。

§14.1αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν §14.2χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη §14.3πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα
然而他从港口沿着崎岖的小道走去,穿过郁郁葱葱的林地,越过山峦,走向雅典娜向他指明的那位高贵的猪倌。
§14.4κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.
在高贵奥德修斯所得的众仆人中,他最关切主人的家产。
§14.5τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ §14.6ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ, §14.7καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης §14.8αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος, §14.9νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος, §14.10ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ· §14.11σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα, §14.12πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας· §14.13ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει §14.14πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ §14.15πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο, §14.16θήλειαι τοκάδες·
他发现他正坐在前廊,那里的高大庭院建在一处视野开阔的地方,既美丽又宽敞,四周环绕着通道;这是猪倌自己在主人离去后,为了猪群而建起的,瞒着女主人和年迈的拉埃尔特斯,用拉来的石头筑成,并用野梨树枝作了篱笆;他还在外围到处打下木桩,一根接一根,既密又多,这些木桩是他剖开黑橡树的树心做成的;在庭院内,他建造了十二个紧挨着的猪圈,作为猪只的卧榻;而在每一个圈里,都关着五十头躺在地上睡觉的繁殖用雌猪;而公猪们则在外面过夜,数量要少得多;因为神一样的求婚者们通过食用它们来减少其数量,毕竟猪倌总是得送去那些育肥猪里最好的一头。
τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον, §14.17πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες §14.18ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης §14.19αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων· §14.20οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
它们的数量是三百六十头。
§14.21πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον §14.22τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
在它们旁边,常有四只如同野兽般的狗一同宿夜,这些狗是由那堪称人类领袖的猪倌亲手喂养的。
§14.23αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα, §14.24τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι §14.25ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν, §14.26οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε §14.27σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ, §14.28ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
他自己正裁剪着一张色泽优美的牛皮,往自己的双脚上套合着凉鞋;而其他的三个伙计,已经各奔东西去放牧聚集的猪群了;至于第四个,则是迫于无奈被派遣到城里去,给傲慢的求婚者送一头猪去,好让他们宰杀了用肉塞饱肚腹。
§14.29ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι. §14.30οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς §14.31ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
突然,那些以吠鸣为业的狗看见了奥德修斯,它们狂吠着朝他冲了过来;但奥德修斯机警地蹲了下来,手里的手杖也落在了地上。
§14.32ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος· §14.33ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν §14.34ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
在那里,就在他自己的房舍旁,他本会遭受不堪的创痛,幸而猪倌迈着疾速的步履紧追了过来,穿过前门奔入,手中的皮革也落在了地上。
§14.35τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον §14.36πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα· §14.37ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο §14.38ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
他向那些狗喝斥,投掷密集的石块,将它们赶得四处逃散,然后对他的主人开口说道: “老人家,刚才那些狗差一点点就把你撕碎了,那样你可就让我蒙受耻辱了。
§14.39καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε· §14.40ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων §14.41ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω §14.42ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς §14.43πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε, §14.44εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
况且神明已经赐给了我其他的痛苦与叹息;我坐在这里,为我那神一般的殿下哀悼和悲伤,却要把喂肥的猪养给别人去吃;而他,或许正渴望着食物,在异国他乡的土地和城市里流浪,如果他现在还活着,还能看见太阳的光芒。
§14.45ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός, §14.46σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν, §14.47εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.
不过,跟我来吧,老人家,我们到小屋里去,好让你在吃饱喝足、心满意足之后,也讲讲你来自何方,又历经过多少磨难。
§14.48ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός, §14.49εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας, §14.50ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός, §14.51αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ.
” 这样说着,高贵的猪倌领路走向小屋,把他迎进去坐下,并在下面铺上了茂密的树枝,又在上面铺了一张粗毛野山羊的皮,那是他自己的卧具,既宽大又厚实。
χαῖρε δʼ Ὀδυσσεὺς §14.52ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §14.53Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι §14.54ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.
奥德修斯因他如此款待自己而感到高兴,便开口对他说道: “外乡人啊,愿宙斯和其他不朽的神明赐予你最渴望的一切,因为你如此热诚地款待了我。
§14.55τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· §14.56ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι, §14.57ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες §14.58ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε §14.59γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν §14.60αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες §14.61οἱ νέοι.
” 猪倌欧迈奥斯啊,你回答他说道: “外乡人啊,对我来说,哪怕来了一个比你还穷苦的人,慢待外乡人也是不合天理的;因为所有的外乡人和乞丐都来自宙斯;我们的赠予虽少,却代表着心意;因为这是仆人们的宿命,当年轻的主人们当权时,他们总是战战兢兢。
ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν, §14.62ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν, §14.64οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα, §14.63οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν, §14.65ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ, §14.66ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.
的确,神明阻断了那个人的归途,若非如此,他本会由衷地爱护我,并赐予我财产,房屋、土地,以及有众多追求者的妻子,这些就像是一个温和的主人会赐予他那辛勤劳作、且神明使其工作昌盛的仆人的东西,正如我的这份工作也同样昌盛,而我也一直坚守在这里。
§14.67τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα· §14.68ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι §14.69πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε·
若是我的主人在这里变老,他本会赐予我许多福祉;可是他已经死去了——但愿海伦的整个家族都彻底毁灭,因为她让许多男人的双膝瘫软! ”

词汇与语法注释

  1. 14.3 — 关系代名词阳性单数主格的古老形式(或用作关系词的指示代名词),指代先行词 `ὑφορβόν`(猪倌)。随后的 `βιότοιο`(财产、生计)是受动词 `κήδετο`(关切、照料)支配的属格。
  2. 14.32ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος· — 语气词 `κ印` 与直说语气过去时 `πάθεν` 相结合,表示过去反事实的条件,说明如果猪倌没有及时相助,奥德修斯就会当场遭受不堪的创痛。
  3. 14.55προσέφης, Εὔμαιε συβῶτα — 叙事者使用第二人称单数形式 `προσέφης`(你说道)直接向角色说话的“顿呼(Apostrophe)”手法。这被视作荷马对欧迈奥斯这一角色所特有的亲近感与同情心的流露。
  4. 14.62ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν — 语气词 `κεν` 与直说语气过去时(`ἐφίλει`, `ὄπασσεν`)连用,构成了表示与过去事实相反的虚拟结果从句。承接第61行的主句,其含意为:“如果主人能够归来,他本会由衷地爱护我并赐予我财产”。

引用这一段

荷马, 奥德赛 §14.1-14.69. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:14.1-14.69

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。