§13.296ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω §13.297κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων §13.298βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι §13.299μήτι τε κλέομαι καὶ κέρδεσιν·
“但是来吧,我们不要再谈论这些事了,因为我们双方都深谙计谋;因为你在所有凡人中最为杰出,凭着智谋与口才;而我在所有的神明中因聪明与计谋而著称。
οὐδὲ σύ γʼ ἔγνως §13.300Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ §13.301ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω, §13.302καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα, §13.303νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω §13.304χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ §13.305ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε, §13.306εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι §13.307κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ, §13.308μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν, §13.309πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ §13.310πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
然而你甚至没有认出帕拉斯·雅典娜,宙斯之女,我一直在一切艰难困苦中立在你的身旁并守护你,而且使你深受所有法埃亚基亚人的喜爱,如今我又来到这里,为了与你一同织就计谋,并藏匿财宝,那些高贵的法埃亚基亚人在你归家时,遵照我的主意和心愿所赠予你的财宝,并且告诉你,在建造精美的府邸中,命运注定让你承受多少苦难;但你必须忍受,即使是在被迫无奈之下,不要向任何人透露,无论是男人还是女人,在所有人面前,不要透露你漂泊归来的消息,而要在沉默中承受众多痛苦,忍受凡人们的暴虐。
§13.311τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §13.312ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι, §13.313καὶ μάλʼ ἐπισταμένῳ·
” 智谋不凡的奥德修斯回答她道: “女神啊,对于与你相遇的凡人来说,要认出你是艰难的,哪怕是极聪明的人;因为你可将自己化为各种形貌。
σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις. §13.314τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα, §13.315ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
但这一桩我是深知的:先前你对我十分仁慈,只要我们阿开亚人的子孙还在特洛伊征战。
§13.316αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, §13.317βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς, §13.318οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα §13.319νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
但是,当我们攻破了普里阿摩斯险峻的城池,登上船只,而神明又驱散了阿开亚人之后,宙斯之女啊,此后我便不曾见过你,亦不曾察觉你登上过我的船只,为我驱除任何痛苦。
§13.320ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ §13.321ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν· §13.322πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ §13.323θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
只是,我心中怀着备受摧折的灵魂,不断流浪,直到神明将我从苦难中解救出来;直到在那法埃亚基亚人的富庶国度中,你用话语鼓励我,并亲自引领我进城。
§13.324νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω §13.325ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην §13.326γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω §13.327ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς— §13.328εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.
如今我奉你父之名向你乞求——因为我不相信自己已经到了明丽的伊塔卡,而是觉得正逗留在其他什么土地上;我想你是在用戏谑的话语说出这些,好来迷惑我的心智—— 请告诉我,我是不是真的回到了亲爱的祖国。
§13.329τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· §13.330αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα· §13.331τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα, §13.332οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
” 闪眸女神雅典娜随即回答他道: “你的胸中始终怀着这样的思虑;因此,即便你身处困境,我也无法抛弃你,因为你是如此温文、机敏且沉稳。
§13.333ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν §13.334ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε· §13.335σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι, §13.336πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως §13.337ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ §13.338φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
别个流浪归来的汉子,定会迫不及待地赶往内厅,去见见他的儿女与妻子;但你却还不乐意去探知,也不去打听,除非你先去考验你的妻子,而她依然如旧枯坐于府邸中,日日夜夜在她垂泪中消逝着悲凉。
§13.339αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ §13.340ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους· §13.341ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι §13.342πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ, §13.343χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
然而我对于此事从未怀疑,在心中深知你必能在丧失所有同伴后归来;只是我不愿与波塞冬—— 我父亲的兄弟对抗,他因你而在心中积怨,恼恨你弄瞎了他亲爱的儿子。
§13.344ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
来吧,让我向你展现伊塔卡的景象,好让你相信。
§13.345Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος, §13.346ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη· §13.347ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, §13.348ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται· §13.349τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς §13.350ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας· §13.351τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
这便是海中长者福耳库斯的港口,这在港口尽头的,是枝繁叶茂的橄榄树;紧邻着它的,是那座迷人、幽深的洞穴,属于被称为娜伊阿得斯的宁芙们的圣所;这就是那座穹顶掩映的洞窟,你曾在这里向宁芙们祭献过许多完美的百牛大祭;而这便是林木覆盖的内里顿山。
§13.352ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών· §13.353γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς, §13.354χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
” 女神说完,驱散了迷雾,大地便显现出来;历尽艰辛的高贵奥德修斯随即感到欣喜,为自己的土地而高兴,并亲吻了赐予生命的土地。
§13.355αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών· §13.356νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε §13.357ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι §13.358χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ, §13.359αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη §13.360αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
他立刻举起双手,向宁芙们祈祷: “娜伊阿得斯宁芙,宙斯之女啊,我曾以为再也见不到你们了;如今,请接受我温和的祈祷,愿你们欢欣;我们亦将如从前那般献上礼物,只要那驱赶掠夺物的宙斯之女恩准我活着,并让我亲爱的儿子成长。
§13.361τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· §13.362θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
” 闪眸女神雅典娜再次对他说: “放宽心,不要让这些事在你的心中成为忧虑。