§9.1ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς §9.2θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη, §9.3πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.
就这样,特洛伊人坚守着防线;然而阿开亚人却被奇异的惊恐所笼罩,那是身心冰凉的恐惧的伴侣,所有的将领都因无法忍受的悲痛而深受打击。
§9.4ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα §9.5Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον §9.6ἐλθόντʼ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν §9.7κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν· §9.8ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
正如两股风激起鱼群汇聚的大海,北风和西风,它们从色雷斯吹来,骤然降临;顿时黑色的波涛汹涌澎湃,将大量的海草抛向海滩;阿开亚人胸中的心也是这样被撕裂。
§9.9Ἀτρεΐδης δʼ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ §9.10φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων §9.11κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον, §9.12μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.
阿特柔斯之子因极度的痛苦而心如刀绞,他来回走动,命令声音清脆的传令官们不要大声喧哗,而是逐个指名召集每个人参加集会;他自己也和最前排的人一起忙碌。
§9.13ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνων §9.14ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος §9.15ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ· §9.16ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα· §9.17ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες §9.18Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ §9.19σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν §9.20Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, §9.21νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει §9.22δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
他们悲伤地坐在集会中;阿伽门农站起身来,泪流不止,就像一泓黑水的泉水,从连山羊也无法攀登的险峻岩石上倾泻下暗黑的泉水;他就这样沉重地叹息着,对阿戈斯人说话:“朋友们,阿戈斯人的领袖和统治者们啊,克罗诺斯之子伟大宙斯用沉重的盲目紧紧束缚了我,这残酷的神,他曾经向我许诺并点头允诺我将在毁灭了高墙筑就的伊利翁之后归国,如今却策划了恶意的欺骗,并命令我在损失了众多部众之后,不体面地回到阿戈斯。
§9.23οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, §9.24ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα §9.25ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
这大概就是全能的宙斯所乐见的意旨吧,他确实已经摧毁了许多城市的顶峰,而且今后还会摧毁;因为他的力量是最伟大的。
§9.26ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· §9.27φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· §9.28οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
来吧,按照我所说的,我们大家都要顺从:让我们带着船只逃回我们亲爱的祖国土地吧;因为我们再也无法夺取街道宽阔的特洛伊了。
§9.29ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
”他这样说罢,他们所有人都陷入了长久的沉默。
§9.30δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· §9.31ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· §9.32Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι, §9.33ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.
阿开亚人的子弟们悲伤地沉默了许久;但最后,善于呐喊的狄奥墨德斯终于开口:“阿特柔斯之子,我首先要挺身反对你那糊涂的想法,王啊,这是集会中所允许的;请你千万不要动怒。
§9.34ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι §9.35φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα §9.36ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
你首先在达那奥斯人面前指责我的勇气,说我是个不能作战且软弱无能的人;所有这些事阿戈斯人无论年轻还是年老的,都心知肚明。
§9.37σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω· §9.38σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων, §9.39ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.
但足智多谋的克罗诺斯之子只给了你两样东西中的一半:他确实赐予你权杖,使你比所有人更受尊崇,却没有赐予你勇气,而那才是最伟大的力量。
§9.40δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν §9.41ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;
奇怪的人啊,你真的期望阿开亚人的子弟像你所说的那样,都是些不能作战且软弱无能的人吗?
§9.42εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι §9.43ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης §9.44ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.
如果你自己的心急于回去,那就去吧;道路就在你面前,你的船只就停在海边,非常多的船只,正是那些从迈锡尼跟随你而来的船只。
但其他留着长发的阿开亚人会留下来,直到我们彻底毁灭特洛伊。
εἰ δὲ καὶ αὐτοὶ §9.47φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· §9.48νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ §9.49Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.
或者,如果他们也想,就让他们带着船只逃回亲爱的祖国土地吧;但我们两个,我和斯塞内洛斯,将一直战斗下去,直到我们找到伊利翁的终结;因为我们是伴随神明的指引而来的。
”他这样说罢,所有阿开亚人的子弟都齐声欢呼,赞赏驯马的狄奥墨德斯所说的话。
§9.52τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ· §9.53Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι, §9.54καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.
这时,骑士内斯托尔站起身来,在他们中间发言:“提丢斯之子,你在战争中确实强悍,在商议中,你也是同龄人中最优秀的。
在所有的阿开亚人中,没有人会轻视你的话,也不会反驳;但你还没有达到话语的终结。
§9.57ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης §9.58ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις §9.59Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.
你确实还年轻,甚至可以做我的儿子,是我家谱中最小的一个;但你对阿戈斯人的王们说了明智的话,因为你说的很合乎情理。
§9.60ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, §9.61ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι §9.62μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων.
来吧,我这个自负比你年长的人,来挑明并把一切彻底说个明白;没有人会轻慢我的话,哪怕是主帅阿伽门农也不行。
那是一个没有宗族、没有法理、没有家室的人,才会喜爱那身心冰凉的同胞内战。
§9.65ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ §9.66δόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι §9.67λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.
不过,现在我们确实该顺从黑夜,准备我们的晚餐;让每一个守卫都在城墙外的壕沟旁躺下驻守。
§9.68κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα §9.69Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.
我把这任务交托给年轻人们;接着,阿特柔斯之子啊,由你来主持;因为你最居王位。
§9.70δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.
为长老们设宴吧;这很适合你,绝非不体面之举。