Humanitext Reader

荷马 · 伊利亚特 §8.494-8.565

赫克托尔的演说与平原上的特洛伊篝火

第 72 段,共 226 段 · 希腊语

内容简介

赫克托尔向特洛伊人发表集会演说,动员他们在平原安营扎寨、保持警戒并准备在清晨发起总攻,平原上燃起了无数篝火。

§8.494ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς §8.495αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,
他手里拿着一柄十一肘长的长枪;在他面前闪耀着长枪的青铜枪尖,枪尖周围箍着金色的圆环。
§8.496τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα· §8.497κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·
他倚着这柄枪,对特洛伊人发表了演说: “听我说,特洛伊人、达达尼亚人以及盟友们。
§8.498νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς §8.499ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν· §8.500ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα §8.501Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.
刚才我还以为,在毁灭了船只和所有的阿开亚人之后,我能返回那多风的伊利翁;然而在此之前黑暗降临了,这黑暗在此时此刻最有效地救了阿戈斯人以及海滩上的船只。
§8.502ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ §8.503δόρπά τʼ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους §8.504λύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν·
不过,现在我们确实该顺从黑夜,准备我们的晚餐;并且把美丽鬃毛的骏马从战车上解下来,在它们身旁投放饲料。
§8.505ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα §8.506καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε §8.507σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε, §8.508ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης §8.509καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ, §8.510μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ §8.511φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
从城里把牛和肥美的羊只迅速牵来,并备好甘甜如蜜的葡萄酒和府邸中的面包,还要收集大量的木柴,这样我们就能通宵达旦,直到清晨降临的黎明,燃烧起熊熊篝火,让火光直冲云霄,免得那留着长发的阿开亚人在夜色中趁机越过辽阔的海面逃跑。
§8.512μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι, §8.513ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ §8.514βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι §8.515νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος §8.516Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
绝不能让他们不费吹灰之力就安然登上船只,而是要让其中的某些人即使回到家中也要忍受伤痛,在他们跳上船只时,被箭或锋利的矛刺中,好让其他人也害怕把那带来无尽泪水的战争强加给驯马的特洛伊人。
§8.517κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων §8.518παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας §8.519λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων· §8.520θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη §8.521πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω §8.522μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.
让宙斯所钟爱的传令官在城中宣告,让正值青春的少年和两鬓斑白的老人在神筑的城墙和塔楼周围聚集守卫;而女人们在各自的府邸里,应当燃起熊熊烈火;必须有稳固的警戒,免得在主力外出时有伏兵乘虚进入城内。
§8.523ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω· §8.524μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω, §8.525τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω.
志向高远的特洛伊人啊,就按我所说办;现在所说的正确主张且当作定论,明天清晨,我将对驯马的特洛伊人宣示另一个计划。
§8.526ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν §8.527ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους, §8.528οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.
我向宙斯和其他神明祈祷并满怀希望,要把这些被命运驱使的恶狗驱逐出去,正是那悲惨的命运将他们载在黑色的船只上带来的。
§8.529ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς, §8.530πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες §8.531νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
不过,今夜我们且加强警戒保卫自身,明早黎明时分,我们要披挂整齐,在空心的船旁激起猛烈的战斗。
§8.532εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης §8.533πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν §8.534χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.
我将看清那强悍的狄奥墨德斯、提丢斯之子,是否会将我从船旁赶回城墙,还是我用青铜长枪将他刺杀,带走他血淋淋的战利品。
§8.535αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος §8.536μείνῃ ἐπερχόμενον·
明天,他将看清自己的勇气,看他能否抵挡得住我长枪的冲击。
ἀλλʼ ἐν πρώτοισιν ὀΐω §8.537κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι §8.538ἠελίου ἀνιόντος ἐς αὔριον·
但我认为,在最前排的战士中,他将被刺中倒下,许多同伴也会倒在他的周围,就在明天太阳升起的时候。
εἰ γὰρ ἐγὼν ὣς §8.539εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα, §8.540τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων, §8.541ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.
因为我多么希望自己能永远不老不死,度过所有的岁月,像雅典娜和阿波罗一样受到尊崇,正如今天这一天确定会给阿戈斯人带来灾难一样。
§8.542ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν.
” 赫克托尔如此说罢,特洛伊人发出了雷鸣般的赞同声。
§8.543οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας, §8.544δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος· §8.545ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα §8.546καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο, §8.547σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.
他们把流着汗的骏马从轭下解开,用皮带把它们拴在各自的战车旁;从城里迅速牵来了牛和肥美的羊只,备好了甘甜如蜜的葡萄酒和府邸中的面包,还要收集大量的木柴。
§8.549κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.
微风将祭肉的香气从平原吹送到了天空中。
§8.553οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας §8.554εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.
他们意气风发,整夜坐在战场的通道上,篝火在他们身旁熊熊燃烧。
§8.555ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην §8.556φαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ· §8.557ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι §8.558καὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ, §8.559πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν· §8.560τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων §8.561Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.
正如天空中闪烁的群星围绕着明月格外显眼,此时大风平息,空气静止,所有的瞭望台、陡峭的山峰和山谷都显现出来;无尽的天空自上而下裂开,所有的星星都历历在目,牧羊人在心中感到欢欣;同样多的特洛伊人的篝火,在船只与克桑托斯河的流水之间,在伊利翁的前方闪耀。
§8.562χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ §8.563εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.
平原上燃着一千堆篝火,在每堆篝火旁都有五十个人坐在熊熊烈火的光芒里。
§8.564ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας §8.565ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.
马儿生嚼着白大麦和斯佩尔特小麦,站在战车旁,等待着美丽宝座的黎明。

词汇与语法注释

  1. 8.496τῷ — 指示代名词 ὁ(此处指长枪 ἔγχος)的与格,与分词 ἐρεισάμενος(依靠)连用,表示“倚靠着它(长枪)”这一支撑或依靠的动作。
  2. 8.513πέσσῃ — 动词 πέσσω(消化、煎熬)的虚拟语气第三人称单数形式。在此处作比喻用法,意为“(在心中)消化、忍受伤痛”。该虚拟语气由 ὡς 引导,表示目的或结果。
  3. 8.524ὑγιής — 形容词 ὑγιής(健康的、健全的)与 μῦθος 连用,意为“健全的建言”或“目前合理的提议”。它与紧随其后的 δέ 分句(明朝宣布的进一步计划)形成对比,指代当前阶段的权宜决策。
  4. 8.553πτολέμοιο γεφύρας — 荷马史诗独特的表达方式“战争之桥”,并非指河流上的桥梁,而是指两军阵营之间展开的“战场”或“前线通道”。
  5. 8.558ὑπερράγη — 复合动词 ὑπορρήγνυμι(或 ὑπερρήγνυμι)的直说语气不定过去时被动第三人称单数形式,意为“从下方(或上方)裂开”。生动地描绘了云层等天空屏障突然“裂开”,使无尽的星空显现出来的动态自然景观。

引用这一段

荷马, 伊利亚特 §8.494-8.565. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:8.494-8.565

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。