Humanitext Reader

荷马 · 伊利亚特 §9.73-9.142

内斯托尔的进言与阿伽门农的丰厚谢罪礼

第 74 段,共 226 段 · 希腊语

内容简介

内斯托尔劝说阿伽门农通过赠送礼物和温和言辞来抚平阿基琉斯的愤怒。阿伽门农对此表示接受,承认了自己的迷误,并列举了极其丰厚的赔偿礼单。

§9.73πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις.
你的营帐里备齐了所有的款待之物,你统治着众多的人民。
§9.74πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην §9.75βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς §9.76ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν §9.77καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;
当众人聚集之时,你当顺从那提出最好的谋略之人;因为确实所有的阿开亚人都极需要优秀而周密的谋略,因为敌人在船只附近燃起了许多篝火;谁能为此感到高兴呢?
§9.78νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.
这天夜里,要么将毁灭我军,要么将拯救我军。
§9.79ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
” 他这样说罢,他们都认真倾听并服从了他。
§9.80ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο §9.81ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν, §9.82ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος §9.83ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε, §9.84ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.
守卫们携带着武器纷纷奔涌而出,围绕着内斯托尔之子、人民的牧者特拉叙墨得斯,以及阿瑞斯之子阿斯卡拉福斯和伊阿尔墨诺斯,还有梅里奥奈斯、阿法柔斯和得伊皮罗斯,以及克瑞翁之子、高贵的吕科墨得斯周围。
§9.85ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ §9.86κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες·
守卫的领袖共有七人,每个人手下都有一百名青年一同前行,手里拿着长枪。
§9.87κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες· §9.88ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.
他们走过去,在壕沟和城墙之间的中间地带坐下;他们在那里生起火来,每人都准备着自己的晚餐。
§9.89Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν §9.90ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.
阿特柔斯之子则把聚集起来的阿开亚长老们引向他的营帐,并在他们面前摆上丰盛的筵席。
§9.91οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
他们伸手拿取摆在面前准备好的食物。
§9.92αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §9.93τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν §9.94Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· §9.95ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· §9.96Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον §9.97ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν §9.98λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε §9.99σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.
待到他们满足了饮食的欲望之后,老人内斯托尔最先开始为他们编织谋略,他的谋划甚至在以前就已经显出是最优秀的;他怀着好意对他们发言并说道: “最荣耀的阿特柔斯之子、人中之王阿伽门农啊,我将因你而结束,也将由你而开始,因为你是众多人民的君王,且宙斯将权杖和法度交托给你,好让你为他们出谋划策。
§9.100τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι, §9.101κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ §9.102εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.
因此你最需要发表你的言论,同时也要倾听,并且当别人的心意驱使他为了公益而发言时,你也要予以实行;因为无论实行什么,都取决于你。
§9.103αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
但我大要说出在我看来是最好的办法。
§9.104οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει §9.105οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν §9.106ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην §9.107χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας §9.108οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε §9.109πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ §9.110εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, §9.111ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας·
因为绝不会有别人能想出比这更好的心思,正如我自古至今所思考的那样,自从那一天起,天神后裔,当阿基琉斯愤怒之时,你前去从他的营帐中夺走了布里塞伊丝姑娘,这绝非出自我的本意;因为我确实曾极力劝阻你;但你却顺从了自己高傲的心意,侮辱了那连神明都敬重的最优秀之人,夺走并占有了他的奖赏。
ἀλλʼ ἔτι καὶ νῦν §9.112φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν §9.113δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.
然而即便是现在,我们也要商议,如何能安抚并说服他,凭着精美的礼物和温和的话语。
§9.114τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· §9.115ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας· §9.116ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι.
” 人中之王阿伽门农接着对他说: “老人啊,你讲述我的迷误,绝非虚妄;我确实犯了糊涂,我自己也不否认。
ἀντί νυ πολλῶν §9.117λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ, §9.118ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.
蒙宙斯衷心爱护的人,抵得上千军万马,正如他现在器重此人,而击败了阿开亚的人民。
§9.119ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας, §9.120ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα.
但既然我听信了糊涂的心思而犯下迷误,我愿意重新安抚他,并赠予无数的赔偿。
§9.121ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω §9.122ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, §9.123αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους §9.124πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
我在你们众人面前,列举这些名贵的礼物:七个未曾见火的鼎,十塔兰同的黄金,二十个闪亮的大锅,以及十二匹强壮的获奖骏马,它们曾凭捷足赢得奖品。
§9.125οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο, §9.126οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, §9.127ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.
谁若拥有这么多财富,绝不会是个穷光蛋,也不会缺少珍贵的黄金,单蹄的骏马为我赢回的这些奖品便已足够。
§9.128δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας §9.129Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς §9.130ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.
我还要赠予七名精通无瑕手艺的女子,她们是莱斯博斯人,当他自己攻占建设良好的莱斯博斯时,我所挑选出来的,其美貌盖过了世间的女子。
§9.131τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων §9.132κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι §9.133μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι, §9.134ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.
我将把这些女子赐予他,其间还包括我当时夺走的布里塞乌斯之女;并且我还将立下重誓,绝未曾登上她的床榻,也未曾与她同房,而这本是人类男女之间的常道。
§9.135ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε §9.136ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι, §9.137νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω §9.138εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί, §9.139Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω, §9.140αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
所有这些都会立刻备齐;如果日后神明恩赐我们攻破普里阿摩斯的宏伟都市,当我们阿开亚人分配战利品时,让他进来,把大船装满黄金和青铜;让他亲自挑选二十名特洛伊女子,她们要在阿戈斯的海伦之后最为美丽。
§9.141εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης §9.142γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,
如果我们能回到阿开亚的阿戈斯,那片丰饶肥沃之土,他将成为我的女婿;我将器重他,如同器重奥雷斯特斯一样,

词汇与语法注释

  1. 9.74πολλῶν δʼ ἀγρομένων — 属格独立结构。接续的指示代词与格 `τῷ` 作为动词 `πείσεαι`(你将顺从)的宾语,用以引导关系从句。
  2. 9.100περὶ — 此处非前置词,而是作为副词使用,意为“最、特别地”,修饰不定式 `φάσθαι` 和 `ἐπακοῦσαι`。
  3. 9.107χωομένου Ἀχιλῆος — 属格独立结构(意为“当阿基琉斯愤怒之时”)。不定过去时分词 `ἀπούρας`(夺走)的主语与主句动词 `ἔβης` 的主语(阿伽门农)相一致。
  4. 9.141οὖθαρ ἀρούρης — 意为“大地的乳房(即丰饶之土)”的修饰性隐喻,与前文的 `Ἄργος` 构成同位语,用以强调阿戈斯土地的肥沃。

引用这一段

荷马, 伊利亚特 §9.73-9.142. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:9.73-9.142

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。