§9.1ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον·
이와 같이 트로이아인들은 경계를 유지하고 있었다.
αὐτὰρ Ἀχαιοὺς §9.2θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη, §9.3πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι. §9.4ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα §9.5Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον
한편 아카이아인들은몸서리쳐지는 공포의 동반자인 신성한 도망침에 사로잡혔고,모든 장령들은 견딜 수 없는 슬픔으로 큰 충격을 받았다.마치 물고기가 많은 바다를 두 바람이 뒤흔드는 것처럼,트라케로부터 갑자기 불어오는보레아스와 제퓌로스가 그러하듯.
§9.6ἐλθόντʼ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν §9.7κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν· §9.8ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. §9.9Ἀτρεΐδης δʼ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ §9.10φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων
그리하여 일제히 검은 파도가솟구치고, 바다 밖으로 수많은 해초를 쏟아낸다.그와 같이 아카이아인들의 가슴속에서 마음은 찢어지고 있었다.아트레우스의 아들은 큰 고통으로 마음이 찢어진 채,맑은 목소리의 전령들에게 소리치지 말고한 사람 한 사람을 지명하여 집회로 불러 모으라 명령하며이리저리 돌아다녔다.
§9.11κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον, §9.12μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο. §9.13ἷζον δʼ εἰν ἀγορῇ τετιηότες·
그 자신도 선두의 전사들과 함께 부지런히 일했다.그들은 슬퍼하며 집회에 자리를 잡았다.
ἂν δʼ Ἀγαμέμνων §9.14ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος §9.15ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ· §9.16ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα· §9.17ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες §9.18Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ
아가멤논이눈물을 흘리며 일어섰으니, 마치 검은 물이 솟구치는 샘이산양도 오르지 못하는 험준한 바위에서 어두운 물을 흘려보내는 듯했다.그와 같이 그는 무겁게 탄식하며 아르고스인들에게 말을 건넸다."오 친구들이여, 아르고스의 지도자들과 지배자들이여,크로노스의 아들 위대한 제우스께서 나를 크고 무거운 장님 상태에 묶어 두셨다,가혹하신 분이여.
§9.19σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν §9.20Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, §9.21νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει §9.22δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. §9.23οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, §9.24ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα §9.25ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. §9.26ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· §9.27φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· §9.28οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν. §9.29ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. §9.30δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· §9.31ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· §9.32Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι, §9.33ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ·
그분은 한때 내게 약속하고 고개를 끄덕이셨으니,견고한 성벽의 일리오스를 함락하고 돌아가리라 하셨거늘,이제는 사악한 기만을 꾸미시고 내게 명령하시는구나,수많은 백성을 잃은 뒤에 불명예스럽게 아르고스로 돌아가라고.이것이 온 힘을 지니신 제우스의 뜻에 맞는 모양이다,그분은 진실로 수많은 도시들의 꼭대기를 허무셨고앞으로도 허무실 터이니, 그분의 힘이야말로 가장 위대하기 때문이다.자, 내가 말하는 대로 우리 모두 따르도록 하자.배를 타고 사랑하는 조국의 땅으로 도망치자.우리는 더 이상 거리가 넓은 트로이를 함락하지 못할 것이다."그가 이렇게 말하자, 그들 모두는 긴 침묵에 빠져들었다.오랫동안 아카이아의 자손들은 슬퍼하며 말을 잃고 있었다.마침내 전투에 용맹한 디오메데스가 말을 건넸다."아트레우스의 아들이여, 어리석은 소리를 하는 당신에게 내가 먼저 맞서겠소,왕이여, 집회에서 그것이 허용되는 법이듯 말이오.
σὺ δὲ μή τι χολωθῇς. §9.34ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι §9.35φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα·
당신은 부디 노하지 마시오.당신은 다나오스인들 앞에서 먼저 나의 용기를 비난하며,내가 싸우지 못하고 나약한 자라 하였소.
ταῦτα δὲ πάντα §9.36ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. §9.37σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω· §9.38σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων, §9.39ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. §9.40δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν §9.41ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις; §9.42εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι §9.43ἔρχεο·
이 모든 일을아르고스인들의 젊은이도 늙은이도 잘 알고 있소.그러나 비뚤어진 지혜를 지닌 크로노스의 아들은 당신에게 두 가지 중 하나만을 주었소.왕홀을 통해 만인 위에 존경받는 것은 실은 허락하셨으나,용기는 당신에게 주지 않으셨으니, 그것이야말로 가장 위대한 힘인데 말이오.기이한 분이여, 당신은 정말로 아카이아의 아들들이당신이 말하는 것처럼 싸우지도 못하고 나약한 자들이라 생각하오?만일 당신 자신의 마음이 돌아가기를 재촉한다면,가시오.
πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης §9.44ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί. §9.45ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ §9.46εἰς ὅ κέ περ Τροίην διαπέρσομεν.
당신 앞에 길이 있고, 바닷가에는 배들이,미케네에서 당신을 따라온 매우 많은 배들이 서 있소.그러나 다른 머리채가 긴 아카이아인들은 머무를 것이오,우리가 트로이를 완전히 파괴하는 그 순간까지 말이오.
εἰ δὲ καὶ αὐτοὶ §9.47φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
만약 그들마저도배를 타고 사랑하는 조국의 땅으로 도망치기를 원한다면 도망치게 하시오.하지만 우리 둘, 나와 스테넬로스는 일리오스의 최후를발견할 때까지 싸울 것이오.
§9.48νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ §9.49Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν. §9.50ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν §9.51μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. §9.52τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ· §9.53Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι, §9.54καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος. §9.55οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,
우리는 신과 함께 이곳에 왔기 때문이오."그가 이렇게 말하자, 아카이아의 아들들은 모두 일제히 함성을 질렀고,말을 길들이는 디오메데스의 말을 기특히 여겼다.그때 기사 네스토르가 일어서서 그들 가운데서 말했다."티데우스의 아들이여, 당신은 전쟁에서 참으로 강하며,공론에서도 모든 동년배 중에 가장 뛰어난 자가 되었소.아카이아인 중 누구도 당신의 말을 헐뜯지 않을 것이며,반박하지도 않을 것이오.
§9.56οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων. §9.57ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης §9.58ὁπλότατος γενεῆφιν·
하지만 당신은 말의 결론에 도달하지 못했소.당신은 정녕 젊고, 내 아들이라 해도 될 정도요,내 자식 중 가장 막내뻘 말이오.
ἀτὰρ πεπνυμένα βάζεις §9.59Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες. §9.60ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, §9.61ἐξείπω καὶ πάντα διίξομαι·
그러나 당신은 아르고스의 왕들에게현명한 말을 건넸소, 이치에 맞게 말했기 때문이오.하지만 자, 당신보다 연장자라 자처하는 내가말을 꺼내어 모든 것을 끝까지 조목조목 밝히겠소.
οὐδέ κέ τίς μοι §9.62μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων. §9.63ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος §9.64ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος. §9.65ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ §9.66δόρπά τʼ ἐφοπλισόμεσθα·
누구도내 말을 가벼이 여기지 못할 것이며, 지배자 아가멤논도 그러할 것이오.씨족도 없고 법도 없으며 집도 없는 자요,소름 끼치는 동족 간의 전쟁을 좋아하는 자는 말이오.그러나 이제는 참으로 검은 밤에 따르기로 하고저녁 식사를 준비합시다.
φυλακτῆρες δὲ ἕκαστοι §9.67λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός. §9.68κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι·
그리고 파수꾼들은 각자성벽 밖, 파 놓은 해자 옆에 누워 경계를 서도록 하시오.젊은이들에게는 이것을 명하오.
αὐτὰρ ἔπειτα §9.69Ἀτρεΐδη σὺ μὲν ἄρχε·
그 후에는,아트레우스의 아들이여, 당신이 주도하시오.
σὺ γὰρ βασιλεύτατός ἐσσι. §9.70δαίνυ δαῖτα γέρουσιν·
당신이 가장 왕다운 자이기 때문이오.장로들에게 잔치를 베푸시오.