§9.1ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς §9.2θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη, §9.3πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι. §9.4ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα §9.5Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον §9.6ἐλθόντʼ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν §9.7κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν· §9.8ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. §9.9Ἀτρεΐδης δʼ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ §9.10φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων §9.11κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον, §9.12μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο. §9.13ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνων §9.14ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος §9.15ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ· §9.16ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα· §9.17ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες §9.18Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ §9.19σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν §9.20Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, §9.21νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει §9.22δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. §9.23οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, §9.24ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα §9.25ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. §9.26ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· §9.27φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· §9.28οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν. §9.29ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. §9.30δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· §9.31ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· §9.32Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι, §9.33ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς. §9.34ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι §9.35φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα §9.36ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. §9.37σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω· §9.38σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων, §9.39ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. §9.40δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν §9.41ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις; §9.42εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι §9.43ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης §9.44ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί. §9.45ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ §9.46εἰς ὅ κέ περ Τροίην διαπέρσομεν.
the Trojans kept watch; but the Achaeans held by wondrous panic, the companion of chilling fear, with intolerable grief were all the leaders stricken. as two winds stir up the fish-swarming sea, and Zephyrus, which blow from Thrace, suddenly; and all at once the dark wave, and casts much seaweed out along the sea; was the heart rent within the breasts of the Achaeans. the son of Atreus, stricken to the heart with great grief, about bidding the clear-voiced heralds call every man by name to the assembly, not to cry aloud; and he himself toiled among the foremost. they sat in the assembly grieving; and Agamemnon up weeping, like a fountain of dark water, pours down its dark stream from a goat-defying cliff; he, groaning heavily, spoke among the Argives:"O friends, leaders and rulers of the Argives, Zeus, son of Cronos, has bound me fast in heavy blindness, god, who once promised and nodded assent to me I should return after destroying well-walled Ilium, now has planned an evil deceit, and bids me inglorious to Argos, after I have lost many people., I suppose, it must be pleasing to all-powerful Zeus, indeed has brought down the heads of many cities will yet bring them down; for his power is greatest. come, as I shall say, let us all obey; us flee with our ships to our dear native land; no longer shall we take wide-wayed Troy." he spoke, and they all became hushed in silence. were the grieving sons of the Achaeans silent; at last spoke Diomedes, good at the war-cry:"Son of Atreus, with you first will I contend in your folly, is permitted, O king, in the assembly; and do not be angry. valor first you reproached among the Danaans, that I was unwarlike and weak; and all these things the young and the old of the Argives know. to you the son of crooked-counseling Cronos has given but half: the scepter indeed he gave you to be honored above all, valor he did not give you, which is the greatest power. man, do you indeed expect the sons of the Achaeans be unwarlike and weak, as you say? your own heart is eager to return,; your way is open, and your ships stand near the sea, many of them, which followed you from Mycenae. the other long-haired Achaeans will remain we lay waste to Troy.
εἰ δὲ καὶ αὐτοὶ §9.47φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· §9.48νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ §9.49Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν. §9.50ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν §9.51μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. §9.52τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ· §9.53Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι, §9.54καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος. §9.55οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, §9.56οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων. §9.57ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης §9.58ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις §9.59Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες. §9.60ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, §9.61ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι §9.62μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων. §9.63ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος §9.64ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος. §9.65ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ §9.66δόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι §9.67λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός. §9.68κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα §9.69Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι. §9.70δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές. §9.71πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν §9.72ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι·
Or, if they too wish, them flee with their ships to their dear native land; we two, Sthenelus and I, will fight until we find the end Ilium; for with the aid of god have we come." he spoke, and all the sons of the Achaeans shouted applause, the words of horse-taming Diomedes. uprose the horseman Nestor and spoke among them:"Son of Tydeus, in war indeed you are mighty, in counsel you are best among all of your age. one of all the Achaeans will disparage your words, speak against them; but you have not reached the end of speech. you are young, and might even be my own son, youngest born; yet you speak wise words the kings of the Argives, since you have spoken rightly. come, I who boast to be older than you speak and go through all; nor will anyone my words, not even lord Agamemnon. clan, without law, without hearth is he loves chilling civil war. indeed let us now yield to black night prepare our supper; and let the sentinels each down along the dug trench outside the wall. the youths I give this charge; but then, of Atreus, do you lead, for you are most kingly. a feast for the elders; it is fitting for you, and not unseemly. huts are full of wine, which the ships of the Achaeans daily from Thrace over the wide sea.