Humanitext Reader

荷马 · 伊利亚特 §7.413-7.482

两军火化死者与阿开亚人建造防壁

第 64 段,共 226 段 · 希腊语

内容简介

伊代奥斯返回特洛伊传达休战协定,两军各自火化死者。阿开亚人建造了保护战船的城墙和壕沟,引发了天神之间的讨论,随后在夜晚的宴会中出现不祥的神圣雷鸣。

§7.413ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.
\n伊代奥斯折返回去,朝向神圣的伊利奥斯。
§7.414οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες §7.415πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοι §7.416Ἰδαῖος· ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε §7.417στὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα, §7.418ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην·
\n\n特洛伊人和达尔达尼亚人们在集会所里坐着,\n\n他们全都聚在一起,等待着伊代奥斯\n\n何时归来;而他来到众人中间,站立着,\n\n宣告了带回的消息;他们极快地武装起来,\n\n一部分人去运送尸体,另一部分人去搬运木材。
§7.419Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν §7.420ὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην.
\n\n阿耳戈斯人们也从另一边,从他们甲板坚固的战船旁,\n\n急忙动身去运送尸体,另一部分人去搬运木材。
§7.421Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας §7.422ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο §7.423οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν.
\n\n随后,太阳刚刚从缓缓流淌的深邃大河俄刻阿诺斯\n\n升入天空,开始照亮大地;两军相遇。
§7.424ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον· §7.425ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα §7.426δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.
\n\n在那时,要认出每一个具体的人是很困难的;\n\n但他们用水洗去血迹,\n\n洒下温热的眼泪,将尸体抬上马车。
§7.427οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ §7.428νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, §7.429ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.
\n\n伟大的普里阿摩斯不允许他们大声哭泣;他们默默无声地\n\n将死者堆放在火葬柴堆上,心中悲痛,\n\n用火将他们焚烧后,回到了神圣的伊利奥斯。
§7.430ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ §7.431νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, §7.432ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.
\n\n同样地,在另一边,裹腿精美的美丽阿开亚人们\n\n将死者堆放在火葬柴堆上,心中悲痛,\n\n用火将他们焚烧后,回到了空心的战船。
§7.433ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ, §7.434τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν, §7.435τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες §7.436ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν §7.437πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.
\n\n当破晓尚未到来,仍是黎明前的薄暮时分,\n\n阿开亚人的精选队伍在柴堆旁集结,\n\n在平原上不加分别地为他们筑起一座共同的坟冢,\n\n并在其旁筑起一道城墙\n\n和高耸的塔楼,作为战船和他们自身的防御。
§7.438ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας, §7.439ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη· §7.440ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν §7.441εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.
\n\n在墙中他们安置了紧密结实的城门,\n\n以便战车能从中通过;\n\n在墙外,他们沿着城墙挖了一条深沟,\n\n宽阔而巨大,并在其中插上了尖木桩。
§7.442ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί· §7.443οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ §7.444θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.
\n\n长发的阿开亚人们就这样忙碌着;\n\n神明们坐在雷电之神宙斯的身边,\n\n注视着披甲青铜的阿开亚人们的这项伟业。
§7.445τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· §7.446Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν §7.447ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;
\n\n在他们中,震地之神波塞冬率先发言:\n\n“父亲宙斯啊,在这无边的大地上,难道还有凡人\n\n还会向不死的神明宣告他们的想法和意图吗?
§7.448οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ §7.449τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον §7.450ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;
\n\n难道你没看见,长发的阿开亚人们又\n\n为他们的战船筑起了城墙,并在周围挖了深沟,\n\n却未向神明献上名声显赫的百牛大祭?
§7.451τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς· §7.452τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων §7.453ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.
\n\n它的名声将随着曙光的普照而传扬;\n\n而人们将会遗忘我和弗比斯·阿波罗\n\n历经艰辛为英雄拉奥墨冬所筑起的城墙。
§7.454τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· §7.455ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
”\n\n乌云汇聚的宙斯大为不悦地对他说:\n\n“哎呀,力量强大的震地者,你说了什么话!
§7.456ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα, §7.457ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε· §7.458σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς.
\n\n其他在力量和权能上远逊于你的神明,\n\n或许会害怕这种想法;\n\n但你的名声必将随着曙光的普照而传扬。
§7.459ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ §7.460οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν §7.461τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι, §7.462αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι, §7.463ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.
\n\n去吧,每当长发的阿开亚人\n\n乘船返回他们亲爱的祖国时,\n\n你就拆毁这道城墙,将其全部冲入大海,\n\n用沙土重新覆盖那广阔的海岸,\n\n好让阿开亚人伟大的城墙消归无有。
§7.464ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, §7.465δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν, §7.466βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.
”\n\n他们就这样互相对话;\n\n太阳落山了,阿开亚人的工作也已完成;\n\n他们在帐篷旁宰杀牛只,用晚餐。
§7.467νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι §7.468πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος, §7.469τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.
\n\n从雷姆诺斯开来了许多运载美酒的船只,\n\n这些船是由伊阿宋之子尤涅奥斯派遣的,\n\n他是许普西皮勒为民之牧者伊阿宋所生。
§7.470χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ §7.471δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.
\n\n伊阿宋之子特别为阿特柔斯之子阿伽门农和梅内劳斯,\n\n赠送了一千度量的美酒带回。
§7.472ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί, §7.473ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ, §7.474ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν, §7.475ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.
\n\n长发的阿开亚人从此处购买美酒,\n\n有的用青铜,有的用闪亮的铁,\n\n有的用兽皮,有的用牛只本身,\n\n还有的用奴隶,并准备了丰盛的宴席。
§7.476παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ §7.477δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι· §7.478παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς §7.479σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει· §7.480οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη §7.481πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.
\n\n随后,长发的阿开亚人们彻夜\n\n饮宴,城里的特洛伊人和盟军也同样如此;\n\n但睿智的宙斯整夜向他们预示着灾难,\n\n发出可怕的雷鸣;苍白的恐惧攫住了他们;\n\n他们把杯中的酒洒在地上,没有人敢\n\n在向全能的克罗诺斯之子奠酒之前饮用。
§7.482κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.
\n\n之后,他们躺下,接受了睡眠的恩赐。

词汇与语法注释

  1. 7.415ὁππότʼ ἄρʼ ἔλθοι — 在过去时态语境下引导间接疑问句的希求法(斜叙希求法),表示预期。
  2. 7.418ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην — 副词性的 ἀμφότερον 引入了两个不同的目的(收集尸体和搬运木材),由 ἕτεροι δέ 标记劳动分工。
  3. 7.433ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ — 使用 ἦμος... τῆμος(当……之时,那时)的关联结构,精确指代黎明前薄暮的时刻。
  4. 7.456ἄλλός κέν τις τοῦτο θεῶν δείσειε — 带 κέν 的潜在希求法,表示在目前情况下的假设或推测。
  5. 7.481πρὶν πιέειν πρὶν λεῖψαι — 双重 πρὶν 连用并带不定式,强调严格的时间与逻辑先后顺序:在向神献酒之前,绝不先饮酒。

引用这一段

荷马, 伊利亚特 §7.413-7.482. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:7.413-7.482

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。