§7.346δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·
激烈而混乱的集会在普里阿摩斯的门前举行。
§7.347τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν· §7.348κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι, §7.349ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
对着他们,贤明的安特诺尔率先开始发言: “请听我说,特洛伊人、达尔达尼亚人及同盟军,好让我说出我胸中心灵所启示的话。
§7.350δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ §7.351δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ §7.352ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν §7.353ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.
来吧,让我们把阿耳戈斯的海伦和她一同带出来的财宝交给阿特柔斯之子带走;现在我们违背了可信的誓言而战;因此,我认为如果我们不这样做,任何对我们有利的事情都无法实现。
§7.354ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη §7.355δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο, §7.356ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
” 他说完这番话便坐下了;在众人中站起来的是高贵的亚历山德罗斯,发美如画的海伦之夫,他回答对方,说出了有翼飞翔的话语: “安特诺尔,你说的这些话再也不合我意了;你本应知道如何想出比这更好的提议。
§7.357Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις· §7.358οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. §7.359εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, §7.360ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
但如果你真的是严肃地提出这一建议,那定是神明亲自夺走了你的心智。
§7.361αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω· §7.362ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω· §7.363κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ §7.364πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.
然而,我要在驯马的特洛伊人中声明:我斩钉截铁地拒绝,绝不交还我的妻子;但我从阿耳戈斯带回我家的所有财宝,我愿意全部奉还,并从我自己家里拿出别的东西作为补偿。
§7.365ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη §7.366Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος, §7.367ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε· §7.368κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι, §7.369ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
” 他说完这番话便坐下了;在众人中站起来的是达尔达诺斯之子普里阿摩斯,媲美天神的谋士,他心怀善意地向他们发表演说并说道: “请听我说,特洛伊人、达尔达尼亚人及同盟军,好让我说出我胸中心灵所启示的话。
§7.370νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ, §7.371καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος· §7.372ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας §7.373εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ §7.374μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε· §7.375καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι §7.376παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς §7.377κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων §7.378ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
现在大家且在城里像往常一样用晚餐,记住守夜,每个人都要保持警惕;黎明时,让伊代奥斯前往空心的战船,向阿特柔斯之子阿伽门农和梅内劳斯传达引起这场争端的亚历山德罗斯的决定;并且也要转达这句明智的话,看他们是否愿意暂停惨烈的战争,直到我们把死者火化;以后我们还会再战,直到神灵将我们分开,并将胜利赐予我们中的一方。
§7.379ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο· §7.380δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·
” 他这样说,他们都认真听从并遵照执行;随后,军中各部按建制用晚餐。
§7.381ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας· §7.382τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος §7.383νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι §7.384στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ· §7.385Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν §7.386ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ §7.387εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο, §7.388μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε· §7.389κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν §7.390ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι·
黎明时,伊代奥斯前往空心的战船;他发现阿瑞斯的侍从达那奥斯人们正在开会,就在阿伽门农战船的船尾旁;而他,立在他们中间,高声发言,这位嗓音嘹亮的传令官: “阿特柔斯之子以及其他全阿开亚人的领袖们,普里阿摩斯和高贵的特洛伊人们命令我转告,如果这能让你们感到满意和乐意的话:引起这场争端的亚历山德罗斯的决定:亚历山德罗斯用空心的战船带到特洛伊的所有财宝——真希望他在此之前就已经毁灭!
§7.391πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι· §7.392κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο §7.393οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.
—— 他愿意全部奉还,并从他自己家里拿出别的东西作为补偿;但名声显赫的梅内劳斯的明媒正娶之妻,他声明绝不交还,尽管特洛伊人已经催促他交出。
§7.394καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε §7.395παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς §7.396κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων §7.397ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
并且他们也命令我转达这句话,看你们是否愿意暂停惨烈的战争,直到我们把死者火化;以后我们还会再战,直到神灵将我们分开,并将胜利赐予我们中的一方。
§7.398ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· §7.399ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· §7.400μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω §7.401μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν §7.402ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
” 他这样说,他们都静默不语,一片寂静;过了许久,善战呼喊的迪奥墨德斯发言道: “现在谁也不要接受亚历山德罗斯的财宝,也不要接受海伦;即使是非常愚蠢的人也能看出,特洛伊人已经被拴上了毁灭的终局。
§7.403ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν §7.404μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο· §7.405καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων· §7.406Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις §7.407ὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτως
” 他这样说,阿开亚的子孙们无不齐声欢呼,赞许驯马勇士迪奥墨德斯的话语;就在那时,统治广阔土地的阿伽门农对伊代奥斯说道: “伊代奥斯,你亲自听到了阿开亚人的回答,他们是如何答复你的;而我也同样赞同这决定。
§7.408ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω· §7.409οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων §7.410γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.
至于火化死者,我绝不吝啬拒绝;因为对于已经死去的亡者,一旦他们死去,便应迅速用火安抚他们。
§7.411ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.
至于誓言,就让赫拉那雷声隆隆的丈夫宙斯来作证吧。
§7.412ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,
” 他说完,向所有的天神高高举起了他的权杖。