Humanitext Reader

荷马 · 伊利亚特 §8.1-8.69

宙斯严禁众神参战与两军激战爆发

第 65 段,共 226 段 · 希腊语

内容简介

宙斯在奥林波斯山召集众神并严禁他们干预战争,随后亲自前往伊达山俯瞰战场。两军在清晨爆发了势均力敌的惨烈战斗。

§8.1Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν, §8.2Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος §8.3ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· §8.4αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον· §8.5κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, §8.6ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
藏红花色衣裳的黎明撒向整个大地,喜好雷电的宙斯在多峰的奥林波斯最高峰召集了神明的集会;他亲自向他们讲话,众神都在他座下倾听: “请听我说,所有的男神和所有的女神,好让我宣告我胸中的心灵所命令的事情。
§8.7μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην §8.8πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες §8.9αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
任何女性神明,或任何男性神明,都不要企图推翻我的话,而是要大家一起同意,好让我能尽快完成这些工作。
§8.10ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω §8.11ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι §8.12πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ· §8.13ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα §8.14τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον, §8.15ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, §8.16τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
如果我发现任何神明脱离众人,想要前去援助特洛伊人或达奈人,他将遭到不体面的责打而回到奥林波斯;或者我将抓住他,将他扔进阴暗的塔耳塔洛斯,远远地,那是在大地下最深处的深渊,那里有铁门和青铜的门槛,深居于哈得斯之下,正如天空距离大地那样遥远。
§8.17γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
那时他就会知道,我是所有神明中力量最强大的。
§8.18εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες· §8.19σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες §8.20πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·
来吧,神明们,试试看,好让你们大家都明白;从天上垂下一条黄金的锁链,所有的男神和所有的女神,你们都拉住它。
§8.21ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ §8.22Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.
然而你们无法将最高谋士宙斯从天空拉到平地上,即使你们付出极大的努力也是枉然。
§8.23ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι, §8.24αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ· §8.25σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο §8.26δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.
但每当我诚心想要拉起它时,我能连同大地本身和海洋本身一起拉上来;随后我会把这锁链系在奥林波斯的山峰上,这样所有的东西就都会悬挂在半空中。
§8.27τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.
我就是这样远胜于神明,也远胜于人类。
§8.28ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ §8.29μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
” 他这样说,他们全都默默无声地静下来,对他的话感到惊异;因为他说话极其有力。
§8.30ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη· §8.31ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων §8.32εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν· §8.33ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων, §8.34οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
终于,灰眸女神雅典娜在他们中间发言: “我们的父亲,克罗诺斯之子,统治者中的最高者,我们也深知你的力量是不可动摇的;但我们依然怜悯那些持枪的达奈战士,他们在承受了悲惨的命运之后必将毁灭。
§8.35ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις· §8.36βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει, §8.37ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
的确,我们将按照你的命令退出战争;但我们将给阿耳戈斯人提供有益的建议,免得他们因为你的愤怒而全军覆没。
§8.38τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς· §8.39θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ §8.40πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.
” 聚云的宙斯向她微笑,对她说: “放心吧,特里托革尼亚,亲爱的孩子;我绝非出自真心说这些严厉的话,我愿意对你温和。
§8.41ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω §8.42ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε, §8.43χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην §8.44χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου, §8.45μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην §8.46μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
” 说完这话,他在车下套上了两匹青铜蹄的战马,它们飞速奔跑,抖动着黄金的鬃毛,他自己披上黄金的铠甲,拿起了精制的黄金马鞭,登上了他的战车,鞭打催动它们前行;这两匹马毫不情愿地飞奔,介于大地和繁星闪烁的天空之间。
§8.47Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν §8.48Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.
他来到了多泉之山、野兽之母伊达山,到了加尔加隆,那里有他的圣所和香气缭绕的祭坛。
§8.49ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε §8.50λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.
众神与人类之父在那里让马停下,将它们解下车,并周围洒下浓雾。
§8.51αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων §8.52εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.
他自己坐在山峰上,因荣耀而欣喜,俯瞰着特洛伊人的城市和阿开亚人的战船。
§8.53οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ §8.54ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο.
与此同时,长发的阿开亚人在帐篷里匆忙进餐,随后便披挂整齐。
§8.55Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο §8.56παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι §8.57χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.
另一边,特洛伊人也在城里披甲武装,人数较少;但即便如此,迫于艰难的生计,他们也渴望投入战斗,为了他们的孩子和妻子。
§8.58πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός, §8.59πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
所有的城门都被打开,大军奔涌而出,包括步兵和骑兵;巨大的喧嚣声响彻天空。
§8.60οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο §8.61σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν §8.62χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι §8.63ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
当他们会师、聚集在同一个地方时,披甲青铜的战士们的盾牌、长枪和力量猛烈撞击;有凸纽的盾牌彼此挤压,巨大的喧嚣声响彻天空。
§8.64ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν §8.65ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
此时,男人们杀戮与被杀时的哀号和欢呼声同时响起,大地流淌着鲜血。
§8.66ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, §8.67τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
只要是早晨,神圣的白昼还在增长,双方的投枪就一直在杀伤,战士们不断倒下。
§8.68ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, §8.69καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·
但当太阳升到天空中天时,就在那时,父亲提起了他的黄金天秤;

词汇与语法注释

  1. 8.10ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω — 关系代词 `ὃν`(宾格)是关系从句中动词 `νοήσω` 的直接宾语。然而,主句动词 `ἐλεύσεται`(第三人称单数)的主语被省略,取而代之的是主格被动分词 `πληγείς`。这表明关系从句中的宾语在主句中在语法上转换为了主语(主格)。
  2. 8.21ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ — 这是由潜在小词 `ἄν` 与祈愿式动词 `ἐρύσαιτε`(第二人称复数)的结合,与由 `οὐδʼ εἰ` 引导的条件从句中的祈愿式 `κάμοιτε` 呼应。这构成了一个表示潜在可能性(非现实假设)的条件句,强调了强烈的绝无可能性:“即使你们付出极大的努力……也无法拉下。”
  3. 8.24αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ — 代词 `αὐτός` 的阴性与格单数形式 `αὐτῇ` 修饰与格名词 `γαίῃ` 和 `θαλάσσῃ`,属于伴随与格(sociative dative)的一种惯用法,表示“连同……一起”或“……整一个”。在此意为“连同大地本身和海洋本身一起”。

引用这一段

荷马, 伊利亚特 §8.1-8.69. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:8.1-8.69

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。