Humanitext Reader

荷马 · 伊利亚特 §3.264-3.330

两军的立誓仪式与帕里斯披甲备战

第 26 段,共 226 段 · 希腊语

内容简介

阿伽门农与奥德修斯主持盟誓仪式。在普里阿摩斯返回伊利翁后,赫克托耳与奥德修斯摇签决定谁先投枪,帕里斯中签并开始着装铠甲。

§3.264ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς, §3.265ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν §3.266ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.
然而,当他们来到特洛伊人和阿开亚人那里时,走下战车,踏上孕育万物的土地,走向特洛伊人和阿开亚人的中间。
§3.267ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων, §3.268ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ §3.269ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον §3.270μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
于是人众之王阿伽门农随即站起,足智多谋的奥德修斯也站了起来;而高贵的传令官们聚集神圣的忠实誓礼,在混酒器中将葡萄酒调和,又把水浇在诸王的手上。
§3.271Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, §3.272ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο, §3.273ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα §3.274κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.
阿特柔斯之子用双手拔出他的小刀,这把小刀一直挂在他大剑的鞘旁,他从羔羊的头上割下毛发;接着特洛伊人和阿开亚人的传令官将毛发分发给众首领。
§3.275τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών· §3.276Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε, §3.277Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις, §3.278καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας §3.279ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ, §3.280ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά·
阿特柔斯之子在他们面前高举双手,大声祈祷: “从伊达山统治的父神宙斯啊,至高无上、至为伟大的神啊,还有赫利俄斯啊,您注视一切,倾听一切,以及众河和大地,还有在冥府之下惩罚死去的凡人,即惩罚立下伪誓者的两位神明,愿你们作证,并守护这忠实的誓言。
§3.281εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ §3.282αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα, §3.283ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν· §3.284εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, §3.285Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι, §3.286τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν, §3.287ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.
如果亚历山大杀死了梅涅劳斯,就让他自己此后保有海伦和所有的财产,而我们则乘着远洋的船只回去;但如果金发的梅涅劳斯杀死了亚历山大,特洛伊人此后应当归还海伦和所有的财产,并向阿耳戈斯人支付适当的赔偿,这赔偿也将留存在后世子孙的心中。
§3.288εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες §3.289τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος, §3.290αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς §3.291αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.
但是,如果亚历山大倒下后,普里阿摩斯和普里阿摩斯的儿子们不愿向我支付赔偿,那么我此后仍将为了这笔赔偿而战,留在此地,直到我寻得战争的终局。
§3.292ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ· §3.293καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας §3.294θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
” 他这样说着,用无情的青铜切断了羔羊的喉咙;并将它们放在地上,它们还在挣扎喘息,生命渐渐消逝,因为青铜夺去了它们的活力。
§3.295οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν §3.296ἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν.
人们用杯子从混酒器中汲取葡萄酒,倾倒祭酒,并向永生的诸神祈祷。
§3.297ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· §3.298Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι §3.299ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν §3.300ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος §3.301αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν.
阿开亚人和特洛伊人中会有人这样说: “至高无上、至为伟大的宙斯啊,以及其他不朽的神明,无论哪一方先违背誓言而加害对方,愿他们的脑浆像这葡萄酒一样流在地上,他们自己和他们子女的脑浆。 愿他们的妻子被他人占有。
§3.302ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.
” 他们这样说,但克罗诺斯之子并未给他们实现。
§3.303τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε· §3.304κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί· §3.305ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν §3.306ἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι §3.307μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ·
达耳达诺斯之子普里阿摩斯在他们之中开口说话: “听我说,特洛伊人和着好护胫的阿开亚人;我确实要回到多风的伊利翁去,回去,因为我绝不能眼睁睁看着我亲爱的儿子与阿瑞斯所爱的梅涅劳斯交战。
§3.308Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι §3.309ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.
宙斯和其他不朽的神明大概知道这件事,两方之中的哪一个注定要走向死亡的终局。
§3.310ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς, §3.311ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω· §3.312πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.
” 这位神一般的人说着,将羔羊放上战车,自己也登上战车,拉紧缰绳退后;安特诺尔在他身旁登上了极其美丽的战车。
§3.313τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·
两人于是转身返回,朝向伊利翁走去。
§3.314Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς §3.315χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα §3.316κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, §3.317ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.
普里阿摩斯之子赫克托耳与高贵的奥德修斯首先测量了场地,接着在铜装盔中摇动抓取的签,以决定究竟是谁先投掷出青铜枪。
§3.318λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον, §3.319ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· §3.320Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε §3.321ὁππότερος τάδε ἔργα μετʼ ἀμφοτέροισιν ἔθηκε, §3.322τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω, §3.323ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.
众士兵祈祷,向诸神举起双手,阿开亚人和特洛伊人中会有人这样说: “从伊达山统治的父神宙斯啊,至高无上、至为伟大的神啊,在两军之间带来这些祸端的人,求你赐他毁灭并下到哈得斯的府邸中,而让我们双方重归修好,结下忠实的誓言。
§3.324ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ §3.325ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.
” 他们这样说,而伟大的闪光头盔赫克托耳摇动着签,向后注视着摇动;而帕里斯的签迅速跳了出来。
§3.326οἳ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ §3.327ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο·
然后,人们按行列坐下,那里有每个人的骏马和装饰精美的铠甲放置着。
§3.328αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ §3.329δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.
而他,在双肩上披上了美丽的铠甲,秀发海伦的丈夫,高贵的亚历山大。
§3.330κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
他首先将护胫套在小腿上,

词汇与语法注释

  1. §3.272ἄωρτο — 动词 ἀείρω(悬挂、提起)的无增音中被动大过去时(pluperfect)第三人称单数。形式上虽为大过去时,但它表示过去某种状态的持续(即“一直挂在大鞘旁”)。
  2. §3.279τίνυσθον — 动词 τίνυμαι(惩罚、报复)的现在直陈式第三人称双数。它与先行关系代词 οἵ 一致,传统上被解释为指代冥府的两位统治者哈得斯与珀耳塞福涅(或是复仇女神们)。
  3. §3.285ἀποδοῦναι — 动词 ἀποδίδωμι 的不定过去时不定式。此处具有命令语气(命令不定式)的作用,宾格的 Τρῶας(特洛伊人)作为其逻辑主语。紧随其后的不定式 ἀποτινέμεν 同样属于此种句法结构。
  4. §3.299πημήνειαν — 动词 πημαίνω(伤害、违背)的不定过去时希求法(optative)第三人称复数,带有荷马史诗中常见的风雅(伊奥利亚)方言尾缀 -ειαν。用于表示未来不确定假设的关系从句中(“无论哪一方先违背誓言而加害”)。
  5. §3.321ὁππότερος — 关系代词。与第3.299行不同,此处它伴有不定过去时直陈式 ἔθηκε。以此表明其前提是过去既成的事实(“究竟是谁在两军之间带来了这些祸端”,即实际引起争端的特定之人),而非对未来不确定事态的假设。

引用这一段

荷马, 伊利亚特 §3.264-3.330. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:3.264-3.330

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。