§3.198ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.
“他正穿过一群雪白绵羊的巨大群体。
§3.199τὸν δʼ ἠμείβετʼ ἔπειθʼ Ἑλένη Διὸς ἐκγεγαυῖα· §3.200οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς, §3.201ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης §3.202εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.
” 随后,宙斯所生的海伦回答他: “那人则是拉厄耳提斯之子,足智多谋的奥德修斯,他成长于崎岖不平的伊塔卡国土,懂得各种计谋和深谋远虑。
§3.203τὴν δʼ αὖτʼ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα· §3.204ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες· §3.205ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺς §3.206σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·
” 对此,明智的安特诺尔向她回答说: “哦,夫人,您这话确实说得极其准确;因为高贵的奥德修斯以前也曾来到这里,为了你的事情作为使者,与阿瑞斯所爱的梅涅劳斯一同前来。
我曾在我的大厅里款待并友好地接待了他们,也了解了他们两人的身材和深谋远虑。
§3.209ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν §3.210στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, §3.211ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς· §3.212ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον §3.213ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, §3.214παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος §3.215οὐδʼ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν.
然而,当他们混入聚集的特洛伊人之中时,当他们站立时,梅涅劳斯以其宽阔的肩膀高出一筹,但当两人坐着时,奥德修斯则显得更为威严;然而,当他们为所有人编织辞令与谋略时,梅涅劳斯确实说话流利,话语虽少却极其清晰,因为他不多话,也从不失言,尽管他在年龄上较为年轻。
§3.216ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς §3.217στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας, §3.218σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα, §3.219ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς· §3.220φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως.
然而,每当足智多谋的奥德修斯站起身来,他总是站着,两眼紧盯着地面朝下看,权杖既不朝后也不朝前挥动,而是毫无动静地拿着,就像一个无知的人;你会觉得他既像在发怒,又像个傻子。
§3.221ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη §3.222καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν, §3.223οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος· §3.224οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες.
但当他从胸膛中发出洪亮的声音,吐出如同冬天雪片般密集的言语时,那时便没有任何凡人能与奥德修斯抗衡;那时我们看着奥德修斯,就不再如此惊叹于他的外貌了。
§3.225τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός· §3.226τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε §3.227ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;
” 接着,老人第三次看见埃阿斯,问道: “那么这位高大魁梧的另一位阿开亚男子是谁,在个头和宽阔的肩膀上都在阿耳戈斯人中杰出?
§3.228τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν· §3.229οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν· §3.230Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς §3.231ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.
” 身着长袍、女人中皎皎者的海伦回答他: “那是巨大的埃阿斯,阿开亚人的防壁;而另一边的伊多墨纽斯,在克里特人中如同神明一般立着,克里特人的领袖们聚集在他的周围。
阿瑞斯所爱的梅涅劳斯常常款待他,在我们的家里,每当他从克里特走来时。
§3.234νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς, §3.235οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην· §3.236δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν §3.237Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα §3.238αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.
但是现在,我看到了所有其他目光炯炯的阿开亚人,我能认出他们,并说出他们的名字;但我却无法看见两位人民的统领,驯马手卡斯托耳和擅长拳击的波吕丢克斯,我同母所生的亲兄弟们。
§3.239ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς, §3.240ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι, §3.241νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν §3.242αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν.
他们是没有从可爱的拉刻代蒙随军前来,还是乘着远洋的战船跟随到了这里,而如今却不愿加入男人们的战斗,因为害怕我所承受的许多耻辱和责难?
” 她这样说着,而孕育生命的大地已经将他们覆盖,就在拉刻代蒙,在他们可爱的祖国土地上。
§3.245κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ §3.246ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης §3.247ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν §3.248κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα· §3.249ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν· §3.250ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι §3.251Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων §3.252ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε· §3.253αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος §3.254μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί· §3.255τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο· §3.256οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες §3.257ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται §3.258Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
与此同时,传令官们在城里传送神圣的忠实誓礼,两只羔羊和使人欢愉的葡萄酒——大地的果实,装在山羊皮袋里;而传令官伊代奥斯拿着闪光的混酒器和黄金的杯盏;他站在老人身旁,用言语催促道: “起来吧,拉俄墨冬之子,高贵的人们在召唤您,无论是驯马的特洛伊人还是披铜甲的阿开亚人的领袖,请下到平原上去,以便缔结忠实的誓约;而亚历山大和阿瑞斯所爱的梅涅劳斯,将用长枪为了女人进行决斗;女人和财产将归属于获胜者;其他人则在缔结友谊和忠实的誓约后,我们居住在肥沃的特洛伊,而他们则返回盛产骏马的阿耳戈斯和多美女的阿开亚。