§3.331καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
美丽的,配有银制踝扣的。
\n 接着,他又在胸前披上了胸甲,\n 那是他兄弟吕卡翁的;这胸甲正合他的身。
§3.334ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον §3.335χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· §3.336κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν §3.337ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· §3.338εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.
\n 接着,他在肩上斜挂起银钉装饰的剑,\n 那是青铜制的;随后是他又大又坚固的盾牌;\n 在他强健的头上,他戴上了制作精良的兜鍪,\n 带有马鬃的;兜饰在上面可怕地摇曳着;\n 他又拿起一柄强劲的枪,这枪正合他的手握。
§3.339ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν.
\n 与此同时,好战的梅涅劳斯也同样披上了武装。
§3.340οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, §3.341ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο §3.342δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας §3.343Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.
\n 当他们各自在己方的人群中武装完毕,\n 他们走向特洛伊人和阿开亚人的中间,\n 目光令人畏惧;凝视着他们的双方,\n 驯马的特洛伊人和着好护胫的阿开亚人都惊叹不已。
\n 他们在丈量好的场地中走近并站立,\n 彼此怒目相视,抖动着枪矛。
§3.346πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος, §3.347καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην, §3.348οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ §3.349ἀσπίδʼ ἐνὶ κρατερῇ·
\n 亚历山大首先投出了长影如梭的枪,\n 击中了阿特柔斯之子那面圆满匀称的盾牌,\n 但青铜未能将其穿透,反而枪尖弯折,\n 在那坚固的盾牌上。
ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ §3.350Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· §3.351Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε §3.352δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον, §3.353ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων §3.354ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.
接着,第二个挺起青铜枪跃起的是\n 阿特柔斯之子梅涅劳斯,他向父神宙斯祈祷:\n “主宰宙斯啊,求您让我惩罚那先对我作恶的人,\n 即高贵的亚历山大,求您使他屈服在我的双手之下,\n 好叫后世子孙中有人也会感到战栗,\n 不敢对向自己展现情谊的款待者作恶。
§3.355ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, §3.356καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην· §3.357διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, §3.358καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο· §3.359ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα §3.360ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
”\n 他大声祝祷着,晃动并投出了长影如梭的枪,\n 击中了普里阿摩斯之子那面圆满匀称的盾牌;\n 沉重的枪穿过了闪光的盾牌,\n 并扎透了那件制作极其精巧的胸甲;\n 枪头贴着他的腰肋,径直划破了内衣;\n 但他侧身一闪,躲过了黑暗的死神。
§3.361Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον §3.362πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ §3.363τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.
\n 阿特柔斯之子拔出银钉装饰的剑,\n 举起手臂,猛击对方的盔脊;然而,就在那盔脊上,\n 剑身碎成了三四块,从他的手中脱落。
\n 阿特柔斯之子望着辽阔的天空,痛苦地叹息:\n “父神宙斯啊,诸神之中没有谁比您更无情了!
§3.366ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος· §3.367νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος §3.368ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν.
\n 我本以为能惩罚亚历山大的恶行;\n 但现在,剑在我的手中折断,枪也\n 虚弱地从掌中飞出,我没能击中他。
§3.369ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης, §3.370ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς· §3.371ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν, §3.372ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.
”\n 他说着冲了上去,抓住了对方那顶马鬃浓密的兜鍪,\n 拖拽着转过身,向着着好护胫的阿开亚人拉去;\n 而那根绣着花纹的带子在他的嫩颈下勒紧了他,\n 这正是他兜鍪上系在下巴处的扣带。
§3.373καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, §3.374εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,
\n 此时他本可将他拖走并赢得无上荣光,\n 若非宙斯之女阿佛洛狄忒敏锐地察觉到。
\n 她为他弄断了那根用宰杀的雄牛皮制成的带子;\n 空空的兜鍪随之落入他粗壮的手掌中。
§3.377τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς §3.378ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι· §3.379αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων §3.380ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη §3.381ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ, §3.382κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.
\n 这位英雄随即将它甩向着好护胫的阿开亚人,\n 旋转着扔了出去,他那些忠实的伙伴便收好了它;\n 但他本人却再度冲上前去,急于将对方置于死地,\n 手持青铜枪;但阿佛洛狄忒夺走了他,\n 如神明一般极其轻松,并用浓雾将他遮蔽,\n 安放在芳香四溢、熏香浓郁的卧室中。
§3.383αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε §3.384πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν· §3.385χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα, §3.386γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν §3.387εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ §3.388ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε· §3.389τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη· §3.390δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.
\n 而她自己则又前去呼唤海伦;她在\n 高塔上找到了她,周围簇拥着许多特洛伊妇女;\n 她用手扯了扯海伦那件散发着甘露芳香的衣裳,抖了抖,\n 假托成一个上了年纪的老妇的模样对她说话,\n 那是个梳毛女工,当年海伦住在拉刻代蒙时,\n 曾为她纺织美丽的羊毛,海伦最是喜爱她;\n 高贵的阿佛洛狄忒幻化成她的模样,对海伦说道:\n “快来这儿,亚历山大正叫你回家去呢。