竞技会解散了,民人们各自向着自己那敏捷的船只散去,准备离开。
τοὶ μὲν δόρποιο μέδοντο §24.3ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς §24.4κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος §24.5ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα §24.6Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ, §24.7ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα §24.8ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·
他们考虑着晚膳和享受甜美的睡眠;然而阿基琉斯因思念亲爱的同伴而哭泣,那征服一切的睡眠未能俘获他,他辗转反侧,渴望着帕特罗克洛斯的男子气概与强健力量,并回想着曾与他一同经历的种种往事和所受的痛苦,穿行于男人们的战场和艰辛的波涛之中。
§24.9τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν, §24.10ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε §24.11ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς §24.12δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς §24.13φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε.
回忆起这些,他流下了饱满的泪水,时而侧卧,时而又仰卧,时而又俯卧;时而他又挺身站起,在海滩旁疯狂地徘徊;那显现的黎明在海洋与海滩之上,决不会不被他所注意。
§24.14ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, §24.15Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν, §24.16τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος §24.17αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν §24.18ἐν κόνι ἐκτανύσας προπρηνέα·
但是,每当他把敏捷的骏马套在战车上,把赫克托耳系在车后拖拽,绕着亡故的墨诺提俄斯之子的陵墓拖拽三圈后,便又在帐篷中歇息,而将他脸朝下伸展在尘土之中。
τοῖο δʼ Ἀπόλλων §24.19πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων §24.20καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε §24.21χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
然而阿波罗怜悯这汉子,使他的身体免受一切丑陋的毁坏,即便他已经死去;他用黄金的神盾将他全身遮盖,以免拖拽时将他的皮肉撕裂。
§24.22ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων· §24.23τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες, §24.24κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.
就这样,他心怀狂怒,作践着高贵的赫克托耳;而幸福的众神看着他,怜悯他,不断促请那目光敏锐的阿耳革伊丰忒斯去偷走尸体。
§24.25ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ §24.26οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ, §24.27ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ §24.28καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης, §24.29ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο, §24.30τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.
这建议对其余所有的神明来说都是惬意的,但赫拉决不同意,波塞冬和那闪亮双眸的少女也决不同意,而是保持着他们对神圣的伊利奥斯最初的憎恨,对普里阿摩斯和他的子民也是如此,这都是因为亚历山德罗斯的妄执,当女神们来到他的牧舍时,他侮辱了她们,却赞美了那带给他灾难性好色的她。
§24.31ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς, §24.32καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων· §24.33σχέτλιοί ἐστε θεοί, δηλήμονες·
然而,自那以后第十二个黎明到来之时,福玻斯·阿波罗终于在不死众神中开口说道: “你们这些神明真是残酷、害人!
οὔ νύ ποθʼ ὑμῖν §24.34Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων;
难道赫克托耳未曾给你们烧过公牛与无瑕山羊的大腿骨吗?
§24.35τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι §24.36ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ §24.37καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα
如今他已成了一具尸骨,你们却不忍将他救出,让他的妻子、母亲、他的孩子、他的父亲普里阿摩斯以及子民看见。
§24.38ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.
他们本会迅速在火中焚化他,并为他举行葬礼。
§24.39ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν, §24.40ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα §24.41γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν, §24.42ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ §24.43εἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·
相反,你们这些神明却想帮助毁灭性的阿基琉斯,他既无正直的心肠,胸中的意念亦不软化,像狮子一样只知凶残,那狮子顺从着强大的力量与高傲的心,扑向凡人的羊群,以求饱餐一顿。
§24.44ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς §24.45γίγνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι.
同样,阿基琉斯泯灭了怜悯,他身上也没有羞耻之心,而这本能大损于人,却也能造福于人。
§24.46μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι §24.47ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν· §24.48ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε· §24.49τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.
人总会失去更为亲爱的人,同胞的兄弟或者是自己的儿子;但在哭泣和哀悼之后,他总会释怀,因为命运女神赋予了人类忍耐的心。
§24.50αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, §24.51ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο §24.52ἕλκει·
但他夺去了高贵赫克托耳的心爱生命后,却将他拴在马后,绕着亲爱同伴的陵墓拖拽。
οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον.
这对他来说绝非更体面,也绝非更好。
尽管他很优秀,我们也不要对他感到愤慨;因为他在狂怒中,正在作践那无知无觉的泥土。
§24.55τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη· §24.56εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε §24.57εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.
” 对此,愤怒的白臂赫拉对他说: “银弓之神啊,你的这番话也许是对的,如果你们真的要让阿基琉斯和赫克托耳享有同等的尊荣。
§24.58Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν· §24.59αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ §24.60θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν §24.61Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι.
赫克托耳只是个凡人,曾吸吮女子的乳汁;而阿基琉斯是女神的子嗣,那女神是我亲手抚养、宠爱,并许配给一个男人为妻的,那就是深得不死众神之心的佩琉斯。
§24.62πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι §24.63δαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε.
你们所有的神明都参加了婚礼;在他们之中,你也抱着竖琴赴宴,你这恶人的同伙,永远不忠诚的家伙!
§24.64τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· §24.65Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν· §24.66οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται·
” 对此,云聚者宙斯回答她说道: “赫拉,切莫对众神一味发怒;因为他们的尊荣确实不会是一样的。
ἀλλὰ καὶ Ἕκτωρ §24.67φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·
但是,赫克托耳也是在伊利奥斯的所有凡人中,最得众神宠爱的人;至少对我而言是如此,因为他从未缺少过令人愉悦的贡品。
§24.68ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.
”