他直立着身子,对阿尔戈斯人说道: “起来吧,那些也将要尝试争夺这项奖品的人。
§23.832εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί, §23.833ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς §23.834χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου §23.835ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει.
即便拥有他那极其辽阔而肥沃的田地,他也能将这块铁块连续使用五个轮转的年头;因为他那缺乏铁器的牧人或耕作者,决不会因此而前往城镇,这块铁会源源不断地供给。
§23.836ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης, §23.837ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, §23.838ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.
” 他这样说,随后坚守战场的波吕浦伊忒斯站了起来,接着神一般的雷翁修斯那强壮的力量也站了起来,接着是忒拉蒙之子埃阿斯和高贵的厄裴俄斯。
§23.839ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός, §23.840ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί.
他们依序站立,高贵的厄裴俄斯拿起了铁块,旋转着扔了出去;所有的阿开奥斯人都对他哄堂大笑。
§23.841δεύτερος αὖτʼ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος· §23.842τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας §23.843χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.
紧接着,阿雷斯的嫩枝雷翁修斯第二个将它掷出;第三个则是高大的忒拉蒙之子埃阿斯,他从强健的手中扔出去,超越了所有人的标记。
§23.844ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης, §23.845ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, §23.846ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας, §23.847τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.
但当坚守战场的波吕浦伊忒斯拿起铁块,如同牛倌扔出他的牧杖,那牧杖打着旋,飞过成群的牧牛那样,他便超越了整个赛场的标记;众人齐声欢呼。
强壮的波吕浦伊忒斯的同伴们站起身,将这件国王的奖品搬运到深凹的船只中去。
§23.850αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον, §23.851κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα,
随后,阿基琉斯为射手们设下了青黑的铁器,摆出十把双刃斧和十把单刃斧。
§23.852ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιο §23.853τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν §23.854λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγει §23.855τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν, §23.856πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω· §23.857ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών, §23.858ἥσσων γὰρ δὴ κεῖνος, ὃ δʼ οἴσεται ἡμιπέλεκκα.
他在遥远的沙地上立起一艘黑头船的桅杆,并用一根细绳系住一只温驯鸽子的脚,然后命他们向它射击:“凡是射中这只温驯鸽子的人,可将所有的双刃斧全部拿走并带回家中;而凡是射中细绳、漏掉鸽子的人—— 因为那人的技艺确实逊色一筹——他将带走单刃斧。
§23.859ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο ἄνακτος, §23.860ἂν δʼ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.
” 他这样说,随后强大的提克罗斯国王站了起来,接着是伊多墨纽斯优秀的侍从美里奥内斯。
§23.861κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, §23.862Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δʼ ἰὸν §23.863ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι §23.864ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
他们拿起签,在青铜头盔中摇晃,提克罗斯抽中了第一签;他立刻用力射出一箭,但未能向那位主宰许诺献上初生羔羊的辉煌百牛大祭。
§23.865ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων· §23.866αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις· §23.867ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.
他错失了飞鸟,因为阿波罗嫉妒他的成功,但他射中了系在鸟脚旁的细绳;痛苦的箭矢将细绳彻底切断。
§23.868ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη §23.869μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.
那飞鸟随即直冲云霄,而那细绳则低垂在地面上;阿开奥斯人见状齐声欢呼。
§23.870σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς §23.871τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.
美里奥内斯急忙夺过提克罗斯手里的弓;因为当提克罗斯还在瞄准时,他便早已把箭握在手中。
他立刻向远射神阿波罗许诺献上初生羔羊的辉煌百牛大祭。
§23.874ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν· §23.875τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην, §23.876ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ §23.877πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις §23.878ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο §23.879αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.
他看到那只温驯的鸽子高高悬在云层下;正当它盘旋时,他射中了它翅膀下方的身体中央,箭矢穿透而过,随即返回地面,钉在美里奥内斯的脚前;但那只鸽子,落在黑头船的桅杆上,耷拉着脖子,密集的双翼无力地合拢。
§23.880ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ §23.881κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.
敏捷的生命转瞬间从它的躯体中飞逝,它从桅杆上远远地坠落;人们观看着,惊叹不已。
§23.882ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε, §23.883Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.
于是,美里奥内斯拿走了全部十把双刃斧,提克罗斯则将单刃斧搬运回深凹的船里。
§23.884αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος, §23.885κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα §23.886θῆκʼ ἐς ἀγῶνα φέρων· καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν· §23.887ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, §23.888ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.
随后,佩琉斯之子拿来一杆长影投射的枪,并拿来一个未经火烧、价值一头牛的花纹釜,带入竞技场中;于是投枪的勇士们站了起来:阿特柔斯之子、广统治者阿伽门农站了起来,接着是伊多墨纽斯优秀的侍从美里奥内斯。
§23.889τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς· §23.890Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων §23.891ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος· §23.892ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας §23.893ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν, §23.894εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.
捷足的高贵阿基琉斯对他们说道: “阿特柔斯之子,因为我们知道你超越所有人有多深,且在力量和投枪上是何等最杰出;因此你还是带着这件奖品,回到深凹的船中去吧走吧,但这枪我们便赠予英雄美里奥内斯,只要你心里愿意;因为我个人正建议如此。