§24.69οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης §24.70λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
因为我的祭坛从未缺少过均分的筵席,无论是献酒还是祭肉的香气;因为这就是我们所分得的特权。
§24.71ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι, §24.72λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ §24.73μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.
然而,偷窃一事我们且搁下——这也绝无可能—— 避开阿基琉斯的注意去偷走勇敢的赫克托耳;因为对他来说,母亲夜以继日地守候在身旁。
§24.74ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο, §24.75ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς §24.76δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ.
但愿有哪位神明能把忒提斯唤到我的身边,好让我对她出一句良言,使阿基琉斯得以从普里阿摩斯那里接受礼物,并释放赫克托耳。
§24.77ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
” 他这样说,风暴般快捷的伊里斯便起程传达口信。
§24.78μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης §24.79ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.
她在萨摩斯和险峻的因布罗斯之间,跃入黑色的海洋;海水发出了轰鸣。
§24.80ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν, §24.81ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα §24.82ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα.
她像铅坠一样直冲深渊,那铅坠被安在野牛的角上,沉入水中,给贪婪的鱼群带去死亡。
§24.83εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι §24.84εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς §24.85κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε §24.86φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
她在幽深的洞穴里找到了忒提斯,在她周围其他海洋女神聚在一处坐着;她在一众神女之中,哭泣着她那无瑕之子的命运,他注定要在肥沃的特洛伊死去,远离家乡。
捷足的伊里斯站在她身旁,对她说: “起来吧,忒提斯;深谋远虑的宙斯在召唤你。
” 随后,银足女神忒提斯回答她: “那位伟大的神明为何召见我?
αἰδέομαι δὲ §24.91μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.
我感到羞愧,去与不死众神交往,我的心中怀着无尽的悲伤。
§24.92εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.
不过我还是会去,他所说的一切话,绝不会是落空的空话。
” 说罢,这位女神中的佼佼者取过面纱,那是深蓝色的,没有比这更黑的衣裳了。
§24.95βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις §24.96ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.
她动身前行,风一般的捷足伊里斯在前面领路;她们周围的海浪退让开来。
§24.97ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην, §24.98εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες §24.99εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.
她们登上海岸,随即便向着天空飞腾,找到了宽广音容的克罗诺斯之子,在他周围,所有其他永生的幸福神明都聚在一处坐着。
§24.100ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη.
她便在父亲宙斯身旁坐下,雅典娜给她让了座。
§24.101Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε §24.102καί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα.
赫拉把一只精美的金杯递到她手里,用温和的话语安慰她;忒提斯接过来,喝了酒,又还了回去。
§24.103τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· §24.104ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ, §24.105πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός· §24.106ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σʼ εἵνεκα δεῦρο κάλεσσα.
人类与神明之父向她们开口说道: “女神忒提斯啊,你虽满怀忧伤,仍来到了奥林匹斯,心中带着难以忘怀的痛苦;这我自己也知道;但即便是这样,我还是要告诉你,为了何事我把你召到这里。
§24.107ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν §24.108Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ· §24.109κλέψαι δʼ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην· §24.110αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω §24.111αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.
在不死众神之间,争执已经持续了九天,围绕着赫克托耳的遗体和毁城者阿基琉斯;他们极力促请目光敏锐的阿耳革伊丰忒斯去偷走遗体;但我把这一荣耀留给阿基琉斯,以此来保全今后对你的敬重和爱谊。
§24.112αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον· §24.113σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων §24.114ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν §24.115Ἕκτορʼ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσεν, §24.116αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ.
现在,你快去营中,吩咐你的儿子;告诉他,众神对他感到愤怒,而我更是在所有不死神明中最为震怒,因为他以狂乱的心思将赫克托耳留在弯曲的战船旁而未予释放,或许他会畏惧我,从而释放赫克托耳。
§24.117αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω §24.118λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, §24.119δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.
同时,我将派遣伊里斯去见宽宏大度的普里阿摩斯,让他前去阿开亚人的船旁,赎回亲爱的儿子,并给阿基琉斯带去礼物,好抚平他的怒火。
” 他这样说,银足女神忒提斯没有违抗,她便飞身从奥林匹斯的峰峦上降下。
§24.122ἷξεν δʼ ἐς κλισίην οὗ υἱέος· ἔνθʼ ἄρα τόν γε §24.123εὗρʼ ἁδινὰ στενάχοντα· φίλοι δʼ ἀμφʼ αὐτὸν ἑταῖροι §24.124ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον· §24.125τοῖσι δʼ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.
她来到了儿子的营帐中;在那里,她发现他正在痛苦地呻吟;在他周围,亲爱的同伴们正忙碌着,准备着早膳;帐篷里正为他们宰杀着一只肥大毛长的绵羊。
§24.126ἣ δὲ μάλʼ ἄγχʼ αὐτοῖο καθέζετο πότνια μήτηρ, §24.127χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §24.128τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων §24.129σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου §24.130οὔτʼ εὐνῆς;
而他的尊严的母亲紧贴着他坐下,用手抚摩着他,开口呼唤他的名字说道: “我的孩子,你还要悲伤、哭泣到几时,茶饭不思、不近床榻地折磨你自己的心?