雅典娜自己前往她那强力父亲的坚固住所,而他们则从快速的船只中倾巢而出。
§19.357ὡς δʼ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται §19.358ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, §19.359ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι §19.360νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι §19.361θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.
宛如寒冷的大雪在晴朗的北风吹袭下,从宙斯那里密密麻麻地飘落一般,那时,一顶顶耀眼夺目的头盔、一面面带凸钮的盾牌、一件件坚固的胸甲和一杆杆梣木长枪,也纷纷从船上运送出来。
§19.362αἴγλη δʼ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν §19.363χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν §19.364ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.
铠甲的光芒直冲云霄,大地在青铜的闪烁下熠熠生辉;士卒的脚步在下方激起沉闷的轰鸣,在他们当中,神圣的阿喀琉斯正披挂整齐。
§19.365τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε §19.366λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ §19.367δῦνʼ ἄχος ἄτλητον· ὃ δʼ ἄρα Τρωσὶν μενεαίνων §19.368δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.
他咬牙切齿,双目如烈火般闪烁,无法忍受的痛苦渗入他的心房;他向着特洛伊人燃烧着怒火,穿上了神明赐予的礼物,那是赫菲斯托斯精心为他打造的甲胄。
§19.369κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε §19.370καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· §19.371δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν. §19.372ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον §19.373χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε §19.374εἵλετο, τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης.
他先将美丽的护胫绑在双腿上,配有银质的踝扣;接着他穿上了护胸;随即将银钉青铜剑斜跨在双肩上;然后,他拿起了那面巨大而坚固的盾牌,盾牌上散发着如明月般的清辉。
§19.375ὡς δʼ ὅτʼ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ §19.376καιομένοιο πυρός, τό τε καίεται ὑψόθʼ ὄρεσφι §19.377σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαι §19.378πόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν· §19.379ὣς ἀπʼ Ἀχιλλῆος σάκεος σέλας αἰθέρʼ ἵκανε §19.380καλοῦ δαιδαλέου·
犹如在海上的水手,望见那在高山上孤零零的牧所里熊熊燃烧的火光,而狂风却违背他们的意愿,将他们吹向远离亲友、鱼群游弋的深海;阿喀琉斯那面美丽、精美绝伦的盾牌上所散发的光芒,也同样直刺苍穹。
περὶ δὲ τρυφάλειαν ἀείρας §19.381κρατὶ θέτο βριαρήν· ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν §19.382ἵππουρις τρυφάλεια, περισσείοντο δʼ ἔθειραι §19.383χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
他抱起沉重的头盔戴在头上;那饰有马鬃的头盔宛如星辰般闪烁,赫菲斯托斯在头盔顶脊周围密密密麻麻饰上的金色鬃毛,随之剧烈摇曳。
§19.384πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, §19.385εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα· §19.386τῷ δʼ εὖτε πτερὰ γίγνετʼ, ἄειρε δὲ ποιμένα λαῶν.
神圣的阿喀琉斯在铠甲中活动,以此测试自己,看它是否合身,他那光辉的肢体是否能在其中运转自如;对他而言,这铠甲仿佛化作了双翼,将这位人民的牧者托举起来。
§19.387ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχος §19.388βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν §19.389πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς, §19.390Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων §19.391Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·
接着,他从枪鞘中拔出了父亲留下的长枪,沉重、巨大而又坚固;阿开亚人中没有第二个人能舞动它,唯独阿喀琉斯懂得如何挥舞,这杆佩利翁山的梣木枪,这是喀戎在佩利翁山顶赠予他亲爱父亲的,用以夺取英雄们的性命。
§19.392ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες §19.393ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺς §19.394γαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσω §19.395κολλητὸν ποτὶ δίφρον.
奥托墨冬和阿尔基摩斯忙着将骏马套上马车;他们系上美丽的胸带,将马衔塞进马嘴,并把缰绳向后拉紧,固定在工艺精良的战车上。
ὃ δὲ μάστιγα φαεινὴν §19.396χειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσεν §19.397Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς §19.398τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων, §19.399σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· §19.400Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης
奥托墨冬手里攥着那根精致闪亮的马鞭,纵身跃上战车;紧随其后,武装整齐的阿喀琉斯也登上了战车,他的铠甲熠熠发光,犹如灿烂的太阳神许珀里翁;他用可怕的声音向他父亲的骏马呼喊: “克桑托斯、巴利奥斯,波达尔格名扬遐迩的孩子们!
§19.401ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα §19.402ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χʼ ἕωμεν πολέμοιο, §19.403μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνηῶτα.
这一次,当我们在战场上冲杀完毕后,你们可要想别的办法,把你们的驾车人安全送回达奈人的人群中,切不可像对待帕特罗克洛斯那样,把他遗弃在阵亡的地方!
§19.404τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος §19.405Ξάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη §19.406ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν· §19.407αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη· §19.408καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ· §19.409ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς §19.410αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.
” 此时,套在轭架下的神速之马克桑托斯开口对他说话了,它立刻垂下头,所有的鬃毛都从轭环中滑落,顺着轭木垂到地上;白臂女神赫拉赐予了它人类的嗓音: “伟大的阿喀琉斯啊,这一次我们确实还会保全你的性命;然而,你毁灭的日子已近在咫尺,这并不是我们的过错,而是因为伟大的神明和强力的命运。
§19.411οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε §19.412Τρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο· §19.413ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ, §19.414ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
因为特洛伊人从帕特罗克洛斯肩上剥去铠甲,绝非由于我们的迟缓和懈怠;而是由于秀发丽托所生的最杰出的神明,在前锋中杀死了他,并将荣耀赐给了赫克托尔。
§19.415νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν, §19.416ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ §19.417μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.
哪怕我们能像那被公认为最轻捷的西风之息一样奔跑,但你自己的命运,却注定是要被一位神明和一个凡人合力降服。
§19.418ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.
” 它正说着,复仇女神们(厄里倪厄斯)便阻止了它的发声。
捷足的阿喀琉斯极为愤懑地对它说: “克桑托斯,你为何向我预言死亡?
οὐδέ τί σε χρή.
你无需如此。
我自己也十分清楚,我的命运就是死在这里,远离我亲爱的父母。
ἀλλὰ καὶ ἔμπης §19.423οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.
但即便如此,在让特洛伊人尝够战争的苦头之前,我绝不会罢休!
§19.424ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.
” 说罢,他高声呼喊着,驾驭着单蹄神马冲向了最前线。