Humanitext Reader

荷马 · 伊利亚特 §19.284-19.354

布里塞伊斯与阿喀琉斯的哀恸及雅典娜的庇护

第 176 段,共 226 段 · 希腊语

内容简介

布里塞伊斯扑倒在帕特罗克洛斯的遗体上,哀悼他的温和以及自己悲惨的命运,而阿喀琉斯则拒绝进食,回忆往昔并思念故乡的父亲与儿子,痛哭流涕。在众长老一同哀悼之际,雅典娜奉宙斯之命,将琼浆与仙馔滴入绝食的阿喀琉斯胸中,以维持其体力。

§19.284ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε §19.285στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.
她扑倒在他的遗体上,凄厉地放声大哭,并用双手抓挠自己的胸口、娇嫩的颈项和美丽的脸庞。
§19.286εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι· §19.287Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ §19.288ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα, §19.289νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν §19.290ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
随后,这位容貌宛如神明一般的妇女流泪说道: “帕特罗克洛斯啊,我这可怜人心中最亲爱的人,当我离开营帐时,我还留下活着的主,可现在我回来时,人民的领袖啊,却发现你已经死去了,就这样,灾难接踵而来,降临在我身上。
§19.291ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ §19.292εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ, §19.293τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ, §19.294κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.
我亲眼看见父亲和尊贵的母亲将我许配的那位丈夫,在城前被锋利的青铜砍杀,还有同胞母亲所生的三个亲兄弟,那些可爱的人,也全都迎来了毁灭之日。
§19.295οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς §19.296ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος, §19.297κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο §19.298κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν §19.299ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
然而,当神速的阿喀琉斯杀死了我的丈夫、毁灭了神圣的米内斯之城时,你甚至不让我哭泣,而是对我说你会让我成为神圣阿喀琉斯正式迎娶的妻子,用船将我带到弗提亚,并在米尔米东人中为我们举行婚礼。
§19.300τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.
因此,你这生前永远温和的人死去了,我便无休止地为你痛哭。
§19.301ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες §19.302Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη.
” 她流泪这样说着,其他妇女们也跟着一同哀悼,表面上是为了帕特罗克洛斯,实际上每个人都是在痛哭自己的不幸。
§19.303αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο §19.304λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων· §19.305λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων, §19.306μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος §19.307ἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει· §19.308δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.
阿开亚的众长老聚集在阿喀琉斯周围,恳求他吃晚饭;但他呻吟着拒绝了: “如果亲爱的同伴中有人听从我的话,我恳求你们,在太阳落山之前,不要劝我用食物或饮料饱足我这颗痛苦的心,因为可怕的悲伤已经袭上心头;我将坚持等待,直到日落,无论如何都要忍耐。
§19.309ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας, §19.310δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς §19.311Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ §19.312τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ §19.313τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.
” 他这样说罢,便遣散了其他的国王,唯有阿特柔斯的两个儿子、高贵的奥德修斯、内斯托尔、伊多墨纽斯以及年迈的驭马者菲尼克斯留了下来,极力抚慰这位深感哀痛的人;但他的内心绝不愿受到抚慰,直到他投入那血腥战争的旋涡之中。
§19.314μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε· §19.315ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρων §19.316αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας §19.317αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοὶ §19.318Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
他深深地回忆起往事,长叹一声,开口说道: “不运的、我最亲爱的同伴啊,曾经也是你亲自在营帐中,迅速而敏捷地为我摆上美味的饭食,每当阿开亚人急于对驯马的特洛伊人发动那令人流泪的战斗之时。
§19.319νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ §19.320ἄκμηνον πόσιος καὶ ἐδητύος, ἔνδον ἐόντων, §19.321σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι, §19.322οὐδʼ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην, §19.323ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει §19.324χήτεϊ τοιοῦδʼ υἷος· ὃ δʼ ἀλλοδαπῷ ἐνὶ δήμῳ §19.325εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω· §19.326ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός, §19.327εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.
可现在你却被砍伤躺在这里,而我的心虽然营帐里存有食物,却因为对你的思念,绝不肯沾染饮料和食物;我不可能遭遇比这更痛苦的事了,即使我得知我的父亲已经去世,他现在大概正在弗提亚为失去这样的儿子而流下温柔的眼泪;而我却在异乡,为了那令人战栗的赫勒涅而与特洛伊人交战;或者即使得知我那在斯库罗斯岛抚养长大的亲爱儿子,如果神圣的涅俄普托勒摩斯现在还活着的话。
§19.328πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει §19.329οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιο §19.330αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι, §19.331ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ §19.332Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα §19.333κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
因为以前我胸中的心一直期盼着,唯有我一个人会在远离牧马的阿耳戈斯的特洛伊死去,而你则回到弗提亚,好让你用快速的黑色船只,将我的孩子从斯库罗斯接出来,并向他展示我的一切:我的财产、仆役,以及高大宽敞的宅邸。
§19.334ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαν §19.335τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαι §19.336γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ §19.337λυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται.
因为我现在认为,佩琉斯要么已经完全去世,要么即使在可恨的暮年中残喘,也必定在终日忧心忡忡,时刻等待着关于我的噩耗,等待着听到我的死讯。
§19.338ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες, §19.339μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·
” 他流泪这样说着,众长老也随之叹息,每个人都想起了他们留在自己家园里的亲人。
§19.340μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων, §19.341αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· §19.342τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.
看到他们哭泣,克罗诺斯之子心生怜悯,随即对雅典娜说出了羽翼般的言语: “我的孩子,你完全抛弃了你所钟爱的勇士。
§19.343ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς;
难道阿喀琉斯已经完全不在你的心上了吗?
§19.344κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων §19.345ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι §19.346οἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος.
他正独自坐在高耸的战船前,哀悼他那亲爱的同伴;而其他所有人都去吃晚饭了,唯独他绝食不语,忍饥挨饿。
§19.347ἀλλʼ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν §19.348στάξον ἐνὶ στήθεσσʼ, ἵνα μή μιν λιμὸς ἵκηται.
去吧,将神圣的琼浆和甜美的仙馔滴入他的胸膛,免得饥饿折磨他。
§19.349ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην· §19.350ἣ δʼ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ §19.351οὐρανοῦ ἐκκατεπᾶλτο διʼ αἰθέρος.
” 他这样说罢,促使本已跃跃欲试的雅典娜动身;雅典娜宛如一只展翅高飞、鸣声嘹亮的猛禽,从天空中穿过大气飞扑而下。
αὐτὰρ Ἀχαιοὶ §19.352αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δʼ Ἀχιλῆϊ §19.353νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν §19.354στάξʼ, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθʼ ἵκοιτο·
此时,阿开亚人正准备在全军中披挂上阵;而她则在阿喀琉斯的胸膛中滴入神圣的琼浆和甜美的仙馔,免得难耐的饥饿使他的双膝失去力量。

词汇与语法注释

  1. 19.302Πάτροκλον πρόφασιν — 宾格的 πρόφασιν 在语法上充当副词性宾格(“以帕特罗克洛斯为借口/名义”)或同格成分。这一表达精妙地揭示了女性们心理的双重性:她们表面上在为帕特罗克洛斯的死而痛哭,实际上却是在哀悼自己作为战争俘虏的悲惨境遇。
  2. 19.313πρὶν πολέμου στόμα δύμεναι — 连词 πρίν 搭配不定过去时不定式 δύμεναι(荷马方言,相当于 δῦναι)构成表示“在……之前”的从属结构。由于不定式的逻辑主语与主句相同(即阿喀琉斯),故予以省略。“战争之口”(πολέμου στόμα)是一个生动的隐喻,指代战斗最激烈的前线或战争本身可怕的吞噬力。
  3. 19.342ἀνδρὸς ἑῆος — 此处的 ἑῆος 并非形容词 ἐύ斯 / ἠΰ斯(意为“优秀的/高贵的”)的属格,而是物主形容词 ἑός(“他自己的/自家的”)的史诗属格形式,在此指代雅典娜“你自己的(钟爱的)勇士”。这强化了宙斯提醒雅典娜去关怀她所庇护的阿喀琉斯的语气。

引用这一段

荷马, 伊利亚特 §19.284-19.354. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:19.284-19.354

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。