Humanitext Reader

荷马 · 伊利亚特 §20.1-20.75

众神会议与诸神参战

第 178 段,共 226 段 · 希腊语

内容简介

在宙斯的许可下,神明们介入凡人的战争,降临凡世分别支援阿开亚人和特洛伊人。随着神明们两两对峙,一场震天撼地的神圣战争就此爆发。

§20.1ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο §20.2ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί, §20.3Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·
因此,对战斗不知疲倦的佩琉斯之子啊,阿开亚人围在你的身旁,在他们那弧形首尾的船只旁武装起来,而在另一边,特洛伊人也在平原的隆起高地上武装。
§20.4Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι §20.5κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου· ἣ δʼ ἄρα πάντῃ §20.6φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.
宙斯下令忒弥斯将神明们从峰峦重叠的奥林匹斯之巅召集到集会中;她奔走于各处,命令他们前往宙斯的住所。
§20.7οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο, §20.8οὔτʼ ἄρα νυμφάων αἵ τʼ ἄλσεα καλὰ νέμονται §20.9καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
除了俄刻阿诺斯,没有一条河流的神明缺席,也没有一个居住在美丽树林、河源和多草牧场中的宁芙仙女缺席。
§20.10ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταο §20.11ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ §20.12Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.
他们来到聚云者宙斯的住所,坐在磨光的走廊里,这是赫菲斯托斯用精巧的手艺为父神宙斯建造的。
§20.13ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ· οὐδʼ ἐνοσίχθων §20.14νηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς, §20.15ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν·
神明们就这样在宙斯的殿堂里聚集起来;震撼大地者也没有不听从女神的召唤,而是紧随他们之后从海中走出来,坐在他们中间,询问宙斯的意图: “掌控雷电者,为何你又召集神明开会?
§20.16τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας; §20.17ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;
你是在为特洛伊人和阿开亚人筹划什么吗?
§20.18τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.
因为现在他们的战斗和战争正一触即发。
§20.19τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· §20.20ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν §20.21ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.
” 聚云者宙斯回答他: “震撼大地者,你已懂得我心中召集他们的意图;即使他们注定走向毁灭,我也依然牵挂着他们。
§20.22ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο §20.23ἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι §20.24ἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς, §20.25ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου.
然而,我将留守在奥林匹斯的山谷中,坐在这里观看以怡悦我心;至于你们其他神明,去吧,直到你们走到特洛伊人和阿开亚人中间,按照各人心中所想去支援双方。
§20.26εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται §20.27οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα.
因为如果阿喀琉斯独自一人与特洛伊人交战,他们连片刻也阻挡不住捷足的佩琉斯之子。
§20.28καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες· §20.29νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς §20.30δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.
甚至在以前,他们一见到他就颤抖;而现在,当他为了伙伴的死而在心中出奇地愤怒时,我唯恐他甚至会超出命运的安排,攻破城墙。
§20.31ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε.
” 克罗诺斯之子如此说,并激起了无情的战争。
§20.32βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες· §20.33Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη §20.34ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης §20.35Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται· §20.36Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων §20.37χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
神明们心怀不同的想法,动身走向战场:赫拉走向船只的聚集处,还有帕拉斯·雅典娜、包围大地的波塞冬,以及拥有聪慧心灵、带来利益的赫尔墨斯;赫菲斯托斯也与他们同行,他因自己的力量而显得威猛,虽是瘸子,但其细弱的双腿在身下敏捷地移动。
§20.38ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ §20.39Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα §20.40Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη.
而在特洛伊人的一边,是戴着闪亮头盔的阿瑞斯,与他同行的是蓄着长发的福玻斯、好箭术的阿耳忒弥斯、丽托、克桑托斯以及喜爱微笑的阿芙罗狄忒。
§20.41εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν, §20.42τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς §20.43ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς· §20.44Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον §20.45δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα §20.46τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.
只要神明们还远离凡人,阿开亚人就极大地欢欣鼓舞,因为阿喀琉斯已经现身,而他先前曾长期脱离痛苦的战争;但特洛伊人每个人的肢体都感到极度的颤抖和恐惧,因为他们看到捷足的佩琉斯之子穿着盔甲,像毁灭凡人的阿瑞斯一样闪闪发光。
§20.47αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν, §20.48ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη §20.49στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός, §20.50ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.
但当奥林匹斯的神明们加入凡人的人群时,激起军队斗志的强力不和女神艾里斯便站了出来,雅典娜高声呼喊,她有时站在城墙外掘出的壕沟旁,有时又在轰鸣的海岸上大声疾呼。
§20.51αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος §20.52ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, §20.53ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
另一边的阿瑞斯也像暗黑的暴风雨一样呼喊,在城市的最高处用尖锐的声音向特洛伊人下达命令,有时又沿着斯摩恩斯河在卡里科隆内山上奔跑疾呼。
§20.54ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες §20.55σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν· §20.56δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε §20.57ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε §20.58γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα.
如此,幸福的神明们鼓舞着双方交战,并在他们中间挑起了沉重的争端;人类与神明之父在上方发出可怕的雷鸣,而在下方,波塞冬震动了无边的大地和险峻的山峰。
§20.59πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης §20.60καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.
多泉的伊达山所有的山麓和山顶,以及特洛伊人的城市和阿开亚人的船只,都随之震动起来。
§20.61ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς, §20.62δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε §20.63γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων, §20.64οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη §20.65σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ· §20.66τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.
在下方,冥界之王哀多纽斯感到恐惧,因惊慌而从王座上跳起,大声惊呼,唯恐震撼大地的波塞冬会从上方裂开大地,使凡人和神明都看见他那阴暗发霉、连神明都厌恶的住所;当神明们在争斗中交锋时,便激起了如此巨大的轰鸣。
§20.67ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος §20.68ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα, §20.69ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη· §20.70Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ §20.71Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο· §20.72Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς, §20.73ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης, §20.74ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.
因为与波塞冬主神相对立的,是手持羽箭的福玻斯·阿波罗;与恩尤阿利奥斯相对立的,是闪亮双眸的女神雅典娜;站在赫拉对面的,是手持金箭、在山林呼喊的阿耳忒弥斯,她是远射神的妹妹;站在丽托对面的是强力的利益带来者赫尔墨斯,而站在赫菲斯托斯对面的,则是那条深涡旋转的大河,神明称之为克桑托斯,凡人称之为斯卡曼德罗斯。
§20.75ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς
如此神明们两相对立而进;然而阿喀琉斯

词汇与语法注释

  1. §20.3Τρῶες δʼ αὖθʼ ἑτέρωθεν — 在“另一边的特洛伊人”之后,省略了前一句的动词 θωρήσσοντο(武装起来)。
  2. §20.21ὧν ἕνεκα ξυνάγειρα — 关系代词 ὧν(复数属格)同化了被省略的中性复数代词先行词,并受后置词 ἕνεκα 的支配而呈属格。
  3. §20.27οὐδὲ μίνυνθʼ ἕξουσι — 动词 ἔχω(将来时 ἕξουσι)在此处意为“抵挡”或“阻挡”。与副词 μίνυνθα(片刻)连用,表示强烈的否定:“他们连片刻也无法阻挡他。”
  4. §20.30ὑπέρμορον ἐξαλαπάξῃ — 由表示担忧的动词 δείδω(恐怕)引导的 μή 从句。ὑπέρμορον(副词性,“超出命运”)强调了阿喀琉斯极度愤怒的毁灭性,甚至威胁到打破宇宙既定的命运秩序。
  5. §20.62μή οἱ ὕπερθε — 由表示恐惧的分词 δείσας 引导的带 μή 和第三人称单数祈愿式动词 ἀναρρήξειε 的从句,表达了哈得斯对波塞冬可能会从上方撕裂大地、暴露冥界的强烈担忧。

引用这一段

荷马, 伊利亚特 §20.1-20.75. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:20.1-20.75

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。