§17.558τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.
在特洛伊人的城墙下被迅捷的犬只拖曳蹂躏。
§17.559ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
” 但你要坚强地挺住,并激励所有的军队。
§17.560τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· §17.561Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη §17.562δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν· §17.563τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν §17.564Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.
” 呐喊勇猛的梅涅劳斯回答她道: “亲爱的长者、久远以前出生的斐尼克斯啊,但愿雅典娜能赐予我力量,并阻挡投枪的势头;若是那样,我极愿守护在帕特罗克洛斯身旁并保护他;因为他的死极大地动摇了我的心。
§17.565ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει §17.566χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.
然而赫克托尔拥有如火般的可怕锐气,并不停歇用青铜武器残杀;因为宙斯正赐予他荣耀。
” 他如此说道,那明眸女神雅典娜心生欢喜,因为他在所有的神明之中最先向她祈祷。
§17.569ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε, §17.570καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν, §17.571ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο §17.572ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου· §17.573τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας, §17.574βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
她将力量注入他的双肩与双膝,并在他的胸中注入了苍蝇般的顽强胆魄,苍蝇即使一再被从人的皮肤上赶开,仍渴望叮咬,对它而言人的鲜血无比美味;她用这般的胆气填满了梅涅劳斯漆黑的心,他便走向帕特罗克洛斯,并掷出闪亮的枪。
§17.575ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος §17.576ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ §17.577δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής· §17.578τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος §17.579ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· §17.580δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος §17.581νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.
在特洛伊人中有一人名叫波德斯,是埃埃提翁之子,他富有且勇敢;赫克托尔在民众之中最器重他,因为他是他所喜爱的宴会同伴及战友;正当他回身奔逃时,金发的梅涅劳斯击中了他的腰带,穿透了他的腰带,青铜矛尖直穿而过;他轰然倒地;而阿特柔斯之子梅涅劳斯将尸体从特洛伊人那儿拖了出来,运往战友的人群中。
§17.582Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων §17.583Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων §17.584ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων· §17.585τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων· §17.586Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;
此时,阿波罗立于赫克托尔近旁激励他,他化身为阿西俄斯之子斐诺普斯,此人在所有宾客中与他最为亲密,居住在阿拜多斯的家中;远射者阿波罗化作他的形貌,对赫克托尔说道: “赫克托尔啊,阿开亚人中还有谁会再惧怕你?
§17.587οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε §17.588μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας §17.589νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον §17.590ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.
你如今竟对梅涅劳斯退缩,而他先前不过是一个软弱的枪手;而今他却独自抬起尸体从特洛伊人中运走,并且击杀了你那在先锋中奋战的忠实战友——埃埃提翁之子、勇敢的波德斯。
§17.591ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα, §17.592βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
” 他如此说道,黑色的哀伤之云遮蔽了赫克托尔,他披挂着闪亮的青铜铠甲,穿入前锋的阵中。
§17.593καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν §17.594μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν, §17.595ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε, §17.596νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.
就在那时,克罗诺斯之子执起他那流苏飞扬、烁烁发光的山羊皮盾,用密云遮蔽了伊达山;他电光闪烁,发出巨响轰鸣,震动了神盾,将胜利赐予特洛伊人,却令阿开亚人溃散奔逃。
§17.597πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.
玻俄提亚人佩涅勒俄斯最先开始逃跑。
§17.598βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ §17.599ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις §17.600αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών.
因为他一直面向前方,却被一记长枪轻轻擦伤了肩膀尖端;普利达马斯的枪尖划破了他的皮肉直至骨头;因为那是普利达马斯走近前来投掷的。
§17.601Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ §17.602υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης· §17.603τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ §17.604ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.
赫克托尔接着近身刺伤了莱托斯的手腕,他是心胸宽广的阿莱克特律翁之子,迫使其退出了战斗;他惊恐地环顾四周并退缩,因为他心中再不指望能手持长枪继续与特洛伊人交战。
§17.605Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα §17.606βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν· §17.607ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν §17.608Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο §17.609δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν· §17.610αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε §17.611Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ· §17.612πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας §17.613ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, §17.614εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους· §17.615καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ, §17.616αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο· §17.617τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας §17.618ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.
当赫克托尔向莱托斯冲去时,伊多梅纽斯击中了他胸前靠近乳房处的胸甲;但长枪在枪铤处折断,特洛伊人大声欢呼;赫克托尔向站在战车上的德乌卡利翁之子伊多梅纽斯掷枪,差之毫厘未能击中;然而他击中了梅里奥尼斯的侍从兼御者科伊拉诺斯,他是从建设良好的吕克托斯跟随梅里奥尼斯而来的;因为起初梅里奥尼斯离开双舷弯曲的船只步行而来,险些让特洛伊人赢得巨大的胜利,幸而科伊拉诺斯迅速赶来,驱使着疾驰的骏马;于是他为伊多梅纽斯带去了救生之光,帮他挡开了无情毁灭的日子,他自己却丧命于杀人无数的赫克托尔之手;枪刺中了他的下颌与耳朵之间,枪柄将牙齿顶了出来,并把他的舌头从中间切断。
§17.619ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.
他从战车上翻滚下来,手缰洒落在地上。