§17.558τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν. §17.559ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα. §17.560τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· §17.561Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη §17.562δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν· §17.563τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν §17.564Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.
swift dogs drag him beneath the wall of the Trojans." But hold on courageously, and urge on all the host." And in turn Menelaus, good at the war-cry, spoke to her: "Father Phoenix, aged elder born long ago, would that Athena would give me strength, and ward off the rush of missiles; then should I be willing to stand by Patroclus and defend him; for his death has touched my heart exceedingly.
§17.565ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει §17.566χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει. §17.567ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη, §17.568ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.
But Hector has the terrible fury of fire, and does not cease from slaying with the bronze; for to him Zeus grants glory." So he spoke, and the flashing-eyed goddess Athena rejoiced, because to her first of all the gods he prayed.
§17.569ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε, §17.570καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν, §17.571ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο §17.572ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου· §17.573τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας, §17.574βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
She put strength into his shoulders and into his knees, and in his breast she set the daring of the fly, which, though driven away ever so much from human skin, still persists in biting, and sweet to it is the blood of man; with such daring she filled his dark heart within him, and he went over Patroclus, and hurled with his bright spear.
§17.575ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος §17.576ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ §17.577δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής· §17.578τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος §17.579ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· §17.580δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος §17.581νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.
And there was among the Trojans Podes, son of Eetion, wealthy and brave; and Hector honored him most of the people, since he was his dear companion of the feast; him then fair-haired Menelaus struck upon the belt as he rushed in flight, and drove the bronze right through; and he fell with a thud; but Menelaus, son of Atreus, dragged the dead body away from the Trojans into the throng of his comrades.
§17.582Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων §17.583Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων §17.584ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων· §17.585τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων· §17.586Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν; §17.587οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε §17.588μαλθακὸς αἰχμητής·
And Apollo stood near Hector and urged him on, likening himself to Phoenops, son of Asius, who of all guest-friends was dearest to him, dwelling in his house at Abydos; likening himself to him, far-darting Apollo spoke to him: "Hector, who of the Achaeans will any more fear you, now that you have shrunk before Menelaus, who in time past was a weak spearman?
νῦν δʼ οἴχεται οἶος ἀείρας §17.589νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον §17.590ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος. §17.591ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα, §17.592βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
But now he has gone, having snatched the dead body away from the Trojans, and has slain your faithful comrade, a brave man among the foremost fighters, Podes, son of Eetion." So he spoke, and a black cloud of grief enfolded Hector, and he went through the foremost fighters, harnessed in gleaming bronze.
§17.593καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν §17.594μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν, §17.595ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε, §17.596νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.
And then the son of Cronos took his tasselled aegis, gleaming, and shrouded Ida in clouds; and having lightened, he thundered mightily and shook the aegis, and gave victory to the Trojans, but put the Achaeans to flight.
§17.597πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.
First Peneleos the Boeotian began the flight.
§17.598βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ §17.599ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις §17.600αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών.
For he was struck on the shoulder with a spear, as he turned always forward, a glancing blow on the top; and the spear-point of Polydamas grazed even to the bone; for he had cast at him from near at hand.
§17.601Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ §17.602υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης· §17.603τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ §17.604ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.
And Hector wounded Leitus on the wrist, hand to hand, the son of great-souled Alectryon, and made him cease from battle; and he shrank back, looking around him, since he no longer hoped in his heart to fight with the Trojans, holding a spear in his hand.
§17.605Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα §17.606βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν· §17.607ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν §17.608Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο §17.609δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν· §17.610αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε §17.611Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ· §17.612πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας §17.613ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, §17.614εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους· §17.615καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ, §17.616αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο· §17.617τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας §17.618ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.
And as Hector rushed after Leitus, Idomeneus struck him on the breastplate upon the chest beside the nipple; but the long spear broke at the socket, and the Trojans shouted; and Hector cast at Idomeneus, son of Deucalion, as he stood in his chariot; from him he missed by a little; but he struck the squire and charioteer of Meriones, Coeranus, who had followed him from well-built Lyctus; for on foot had Meriones come at the first, leaving the curved ships, and would have yielded great victory to the Trojans, had not Coeranus swiftly driven up the fleet-footed horses; so to him he came as a saving light, and warded off the pitiless day, but himself lost his life at the hands of man-slaying Hector; him he struck beneath the jaw and ear, and the spear-butt forced out his teeth, and cut through the middle of his tongue.
§17.619ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.
He fell from the chariot, and let the reins spill to the ground.
§17.620καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι §17.621κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα· §17.622μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι· §17.623γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν. §17.624ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους §17.625νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.
And Meriones bent down and gathered them in his own hands from the plain, and spoke to Idomeneus: "Ply the lash now, until you reach the swift ships; and you yourself know that there is no longer victory for the Achaeans." So he spoke, and Idomeneus lashed the fair-maned horses toward the hollow ships; for indeed fear had fallen upon his heart.