§17.487ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι· §17.488τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ §17.489σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ §17.490τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.
他们带着平庸的御者出现在战场上;若你心意已决,我确信能将它们夺取,因为当我们二人发起冲锋时,它们决不敢挺身阻拦并与我们对决。
§17.491ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.
” 他如此说道,安喀塞斯之勇猛子嗣亦未曾违逆。
二人径直前行,牛皮护甲裹住双肩,那皮坚硬干枯,其上捶打着厚厚的青铜。
§17.494τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς §17.495ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς §17.496αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους §17.497νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι §17.498αὖτις ἀπʼ Αὐτομέδοντος.
与他们同行的还有克罗米奥斯与神一样的阿雷托斯,二人一同并进;他们心中满怀期望,盼着能斩杀那二人,并赶走那两匹昂首长啸的战马—— 愚蠢的人啊,他们绝无可能不流一滴血地从奥托梅东面前退回。
ὃ δʼ εὐξάμενος Διὶ πατρὶ §17.499ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας· §17.500αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον· §17.501Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους, §17.502ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε §17.503Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω, §17.504πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω §17.505νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν §17.506Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.
而奥托梅东向父神宙斯祈祷,满腔漆黑的心胸登时充盈着英勇与力量;他立刻对忠实的战友阿尔基梅东喊道: “阿尔基梅东啊,切莫让战马离我太远,而是要让它们的鼻息直喷到我的后背上;因为我不认为普里阿摩斯之子赫克托尔会按捺住他的怒火,除非他杀死了我们二人,乘上阿喀琉斯那长着秀美鬃毛的战马,并将阿尔戈斯战士的队伍打得溃散,又或者他自己也在最前线被格杀。
§17.507ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον· §17.508Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε §17.509ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι §17.510ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν, §17.511νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ· §17.512τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα §17.513Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι.
” 说罢,他向两位埃阿斯与梅涅劳斯大声呼喊: “两位埃阿斯,阿尔戈斯人的领袖,还有梅涅劳斯啊,这具尸体固然当交由那些最勇敢的人,守护在旁并击退敌人的队伍,而你们要替我们这两个活着的人挡住那无情毁灭的日子;因为特洛伊人中最优秀的赫克托尔与埃涅阿斯,正朝这方倾泻出令人泪下的猛烈攻势。
§17.514ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται· §17.515ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.
然而,这些终究存乎神明之膝上;我也将投掷长枪,此后一切皆由宙斯操劳。
§17.516ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, §17.517καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην· §17.518ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, §17.519νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.
” 他说罢,奋力振起长影森森的枪投掷出去,正中阿雷托斯那四面均等的圆盾;盾并未阻挡住枪,青铜锐矛直穿而过,穿透腰带刺入了他的下腹。
§17.520ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ §17.521κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο §17.522ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν, §17.523ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος §17.524νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα.
犹如当一个身强力壮的汉子手持利斧,从野牧之牛的角后劈下,斩断了整条颈筋,使那牛向前一扑便倒下;他也这样向前一冲,仰面栽倒;而那柄锐利的枪在其腹中剧烈震颤,令其四肢瘫软。
§17.525Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ· §17.526ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος· §17.527πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν §17.528οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη §17.529ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.
赫克托尔也向奥托梅东掷出他那闪亮的枪;但奥托梅东正面盯着它,避开了青铜尖枪;因为他向前弯下身去,那杆长枪落在他身后,戳入土中,枪铤末端在那里颤动不休;最终,强悍的阿雷斯在那里散去了它的威力。
§17.530καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην §17.531εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε, §17.532οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος·
此时若非双方法欲拔剑白刃格斗,而激战中的两位埃阿斯及时赶来将他们分开,他们听见战友的呼唤,穿过人群赶了过来。
§17.533τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις §17.534Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής, §17.535Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ §17.536κείμενον·
惧于两人的威力,他们再次退缩回去,包括赫克托尔、埃涅阿斯与神一样的克罗米奥斯,只留下阿雷托斯横尸原地,心胸已被洞穿,僵卧于此。
Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ §17.537τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα· §17.538ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος §17.539κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.
而等同于迅捷阿雷斯的奥托梅东,剥下了他的铠甲,并得意地高声宣称: “确实,尽管我杀死的只是个逊色得多的人,我也多少为死去的墨诺提俄斯之子减免了心中的创伤。
§17.540ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα §17.541θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν §17.542αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.
” 说罢,他收起染血的战利品放上车厢,自己也跨上车去,手脚皆粘满鲜血,宛如一头刚刚吞噬了公牛、浑身是血的雄狮。
§17.543ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη §17.544ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη §17.545οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς §17.546ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ.
随即,围绕着帕特罗克洛斯再次展开了激烈悲痛且令人洒泪的搏杀;而雅典娜则煽动起这场纷争,她从天而降;因为宽广声音的宙斯派遣她前来,欲振奋达奈人;因为他的心意确实发生了转变。
§17.547ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ §17.548Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο §17.549ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων §17.550ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει, §17.551ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν §17.552δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.
犹如宙斯自天际为凡人扯起一道紫色的彩虹,预示着要么是战争,要么是苦寒的风暴,使大地上的凡人歇下劳作,并使羊群受难;她也这样用紫色的云雾罩住自身,潜入阿开亚人的队伍,激励起每一个战士。
§17.553πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα §17.554ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν· §17.555εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν· §17.556σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος §17.557ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
她首先对阿特柔斯之子、勇猛的梅涅劳斯呼喊以示激励;因为他正巧就在近旁;此时她化作斐尼克斯的身形与那永不疲倦的嗓音: “梅涅劳斯啊,对你而言,这将是莫大的耻辱与污点,倘若那高贵阿喀琉斯的忠实战友”