Humanitext Reader

荷马 · 伊利亚特 §17.626-17.693

埃阿斯的祈祷与遣派安提洛科斯

第 161 段,共 226 段 · 希腊语

内容简介

埃阿斯和梅涅劳斯察觉到宙斯正将胜利赐予特洛伊人,埃阿斯向宙斯祈求驱散浓雾。雾气散去后,梅涅劳斯寻得安提洛科斯,派他火速前往阿基琉斯处通报帕特罗克洛斯的死讯。

§17.626οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον §17.627Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.
大度的大埃阿斯和梅涅劳斯并未忽视宙斯,当他正将扭转局势的胜利赐予特洛伊人时。
§17.628τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·
在他们之中,伟大的忒拉蒙之子埃阿斯开始说道: “唉!
§17.629ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι §17.630γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.
如今即使是极愚蠢的人,也必定能看出,父神宙斯亲自在援助特洛伊人。
§17.631τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ §17.632ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει· §17.633ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.
因为无论他们中是谁投出武器,无论是懦夫还是勇士,其武器皆能命中;宙斯终究在引导着一切;而我们的一切武器却同样徒然坠地。
§17.634ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, §17.635ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ §17.636χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες, §17.637οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν §17.638Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους §17.639σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
不过,来吧,让我们自己思忖一个最妙的计划,既能如何把尸体拖走,又能如何让我们自己通过安然归还,成为我们心爱战友的喜悦,他们或许正望着这里悲叹,并认为杀人无数的赫克托尔那可怕的锐气与不可抗拒的双臂已无法被阻挡,而他必将冲入黑色的船只。
§17.640εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα §17.641Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι §17.642λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος.
但愿有哪位同伴能火速前去送信给佩琉斯之子,因为我想他甚至还没有听说这令人哀伤的消息,即他心爱的战友已经战死。
§17.643ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν· §17.644ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.
然而,我在阿开亚人中哪儿也看不见这样的人;因为他们自己和战马都同样被浓雾笼罩。
§17.645Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν, §17.646ποίησον δʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν ἰδέσθαι· §17.647ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.
父神宙斯啊,求您从浓雾中救出阿开亚的子弟,并使天空晴朗,赐予我们的双眼得以看清;哪怕在光芒中毁灭我们,既然这已经让您感到喜悦。
§17.648ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα· §17.649αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην, §17.650ἠέλιος δʼ ἐπέλαμψε, μάχη δʼ ἐπὶ πᾶσα φαάνθη·
” 他如此说道,父神哀怜他流泪;他立刻驱散了浓雾,驱赶了阴霾,太阳放射出光芒,整个战场都清晰地显现。
§17.651καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον· §17.652σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι §17.653ζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν, §17.654ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα §17.655εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.
就在那时,埃阿斯对呐喊勇猛的梅涅劳斯说道: “现在看看吧,宙斯所抚育的梅涅劳斯,你是否能看到大度心的内斯托尔之子安提洛科斯还活着,并催促他快去往智勇双全的阿基琉斯那里告诉他,他最心爱的战友已经战死。
§17.656ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, §17.657βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο, §17.658ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων, §17.659οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι §17.660πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων §17.661ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες §17.662ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν, §17.663καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· §17.664ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·
” 他如此说道,呐喊勇猛的梅涅劳斯并未违抗,他便走开,宛如一头离开牛舍的雄狮,它在疲于应付那些纠缠它的犬只与人类后,他们不容许它夺走牛群的肥肉,并整夜保持警醒;而它渴望着血肉,虽向前猛冲,却一无所获;因为密集的标枪从胆大的人们手中迎面投来,还有燃烧着的火把,尽管它气势汹汹,却也心怀畏惧;到了清晨,它怀着忧郁的心走远了。
§17.665ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος §17.666ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ §17.667ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.
呐喊勇猛的梅涅劳斯也是这般极不情愿地离开了帕特罗克洛斯;因为他极度担心阿开亚人会在痛苦的溃逃中,将尸体留给敌人作为猎物。
§17.668πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν· §17.669Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε §17.670νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο §17.671μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι §17.672ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
他向梅里奥尼斯和两位埃阿斯连番叮嘱道: “阿耳戈斯人的领袖两位埃阿斯啊,还有梅里奥尼斯,现在人人都要想起不幸的帕特罗克洛斯生前的温和;因为他活着时,对所有人都懂得展现温和;而今死亡与命运已然降临于他。
§17.673ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος, §17.674πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν §17.675ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν, §17.676ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ §17.677θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ
” 金发的梅涅劳斯如此说完便走开了,他四下张望,宛如一只苍鹰,人们说它是天底下的飞禽中视力最为敏锐的,即使身处高空,也逃不过那快捷的野兔的行踪,即便它正潜伏于叶茂的灌木丛下。
§17.678ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.
苍鹰向它猛扑过去,迅速将它捕获,夺去了它的生命。
§17.679ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ §17.680πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων, §17.681εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.
宙斯抚育的梅涅劳斯啊,那时你那双明亮的眼睛也是如此在众多战友的群伍间四处张望,看是否能在哪里发现内斯托尔之子还活着。
§17.682τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης §17.683θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, §17.684ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος· §17.685Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι §17.686λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.
他很快便在整个战场的左侧发现了安提洛科斯,他正鼓励战友,并催促他们奋战,金发的梅涅劳斯走上前去,对他说道: “安提洛科斯,快过来,宙斯抚育的人啊,来听听这令人哀痛的消息,它本不该发生。
§17.687ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα §17.688γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει, §17.689νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν §17.690Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.
我想你如今自己也在看着,并且知道神明正把灾难推向达奈人,而胜利属于特洛伊人;阿开亚人中最优秀的人—— 帕特罗克洛斯已经被杀,这给达奈人带来了巨大的悲痛与空虚。
§17.691ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν §17.692εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ §17.693γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.
但你快跑去阿开亚人的船只那里告诉阿基琉斯,好让他火速将这具尸体救回到船上,那光秃秃的尸体;而铠甲已被盔饰闪亮的赫克托尔夺去。 ”

词汇与语法注释

  1. 17.626οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον — 动词 λανθάνω 带有宾格宾语(埃阿斯和梅涅劳斯),主语为宙斯(Ζεύς),构成双重否定以表示强烈的肯定,意为“他们的行动并未逃过他的注意(即他们清楚地察觉到了宙斯的意图)”。
  2. 17.640εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα — 希求式 εἴη(εἰμί 的三人称单数现在希求式)与 ἀπαγγείλειε(ἀπαγγέλλω 的三人称单数不定过去希求式)相结合,表达了强烈的愿望:“但愿有哪位同伴能火速前去送信”。
  3. 17.666περί γὰρ δίε μή μιν Ἀχαιοὶ — 动词 περίδειδε(带前缀的 δείδω 的三人称单数未完成过去时,意为“极度担心”)后接引导表示担忧的从句的连词 μή。人称代名词 μιν(他/它)在此语境下指代帕特罗克洛斯的遗体。
  4. 17.670νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο / μνησάσθω — 动词 μνησάσθω(μιμνήσκομαι 的三人称单数不定过去命令式,意为“记住、想起”)支配表示记起之物的属格,因此表示温和的 ἐνηείης 为属格,而 Πατροκλῆος δ意为“所有属格”的 δειλοῖο 是与其同格的属格。
  5. 17.686ἣ μὴ ὤφελλε γενέσθαι — 动词 ὤφελλε(ὀφείλω 的三人称单数未完成过去时荷马式)与不定式 γενέσθαι 及否定词 μή 连用,表达对过去未实现或不该发生之事的强烈愿望或遗憾:“这本不该发生”。

引用这一段

荷马, 伊利亚特 §17.626-17.693. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:17.626-17.693

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。