§14.77ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ §14.78νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο §14.79Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.
并将船只高高地系留在锚石上,直到不朽的黑夜降临,或许特洛伊人那时也会停止战斗;到那时,我们便可把其余所有的船只都拖下海去。
§14.80οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα.
因为即使在夜间,逃避毁灭也决非可耻之事。
§14.81βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.
逃走而避开灾祸,总比被俘获要好。
§14.82τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· §14.83Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·
” 智谋多端的奥德修斯怒目而视,对他说: “阿特柔斯之子,什么样的话竟逃过了你的牙齿之墙!
§14.84οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου §14.85σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς §14.86ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν §14.87ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.
毁灭之徒啊,你本该去统帅其他卑微的军队,而不该统治我们;宙斯向我们赐予了从青春时代直至暮年缕清艰难战争的乱麻,直到我们每一个人都消逝。
你难道真的决意要抛弃那街道宽阔的特洛伊城,为了它我们曾默默承受了无数灾难?
§14.90σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ §14.91μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο §14.92ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν §14.93σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ §14.94τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·
安静吧,免得其他阿开亚人听到这种话决不该出自任何人的口中,只要他懂得在心中说出得体的话,且是一个手持王杖的国王,并有众多的民臣服于他,其数量正如你在阿耳戈斯人中所统治的那样。
§14.95νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες· §14.96ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς §14.97νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον §14.98Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης, §14.99ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ.
而现在,因你说出这样的话,我完全鄙视你的心智;你竟然命令我们在战斗正烈、呼喊震天之时,将甲板精良的船只拖向大海,好让特洛伊人更加如愿以偿——尽管他们本就已占尽优势,而我们则将面临灭顶之灾。
οὐ γὰρ Ἀχαιοὶ §14.100σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων, §14.101ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.
因为阿开亚人在船只被拖下海的时候,将无法坚持战斗,而是四处张望,从战场上退缩。
§14.102ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.
领袖啊,你的这一计谋届时将带来毁灭。
§14.103τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· §14.104ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ §14.105ἀργαλέῃ·
” 众人之王阿伽门农随后回答他说: “奥德修斯啊,你这严厉的斥责深深刺痛了我的心。
ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα §14.106νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.
然而,我并未违背他们的意愿,强迫他们将甲板精良的船只拖向大海。
§14.107νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι §14.108ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.
如今,但愿有人能提出比这更好的计策,无论他是年轻还是年老;对我而言,那都将是极受欢迎的。
§14.109τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· §14.110ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε §14.111πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος §14.112οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν· §14.113πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι §14.114Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.
” 此时,擅长呐喊的迪奥墨德斯也对他们说道: “那个人就在近旁;我们无需久寻,只要你们愿意服从,且不要因为我在你们之中辈分最小 ⸺ 便心怀怨恨、彼此恼怒;因为,我也自豪于出身自一位高贵的父亲 ⸺ 泰丢斯,他在底比斯已被堆筑的泥土所覆盖。
§14.115πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, §14.116οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι §14.117Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς §14.118πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.
因为波尔透斯曾育有三个卓越的儿子,他们居住在普琉荣和险峻的卡吕冬,阿格里奥斯和梅拉斯,第三个是骑士俄伊纽斯,他是我父亲的父亲;在勇武上,他是他们中最杰出的。
§14.119ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη §14.120πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.
俄伊纽斯固然留在了那里,而我的父亲则流落并定居在阿耳戈斯;因为,我想,这正是宙斯和其他神明的意愿。
§14.121Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα §14.122ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι §14.123πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς, §14.124πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς §14.125ἐγχείῃ·
他娶了阿德拉斯托斯的一个女儿,居住在生活富足的宅第里,他拥有充足的麦田,四四周还有许多果木园,他还畜养了许多羊群;他的枪法在所有阿开亚人中首屈一指。
τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.
这些事想必你们也曾听闻,如果这确实是事实的话。
§14.126τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες §14.127μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.
因而,你们切不可说我出身卑微且生性懦弱,从而轻视我所提出的、且我确信是正确的良好建议。
§14.128δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.
来吧,哪怕受了伤,迫于形势我们也去参加战斗吧。
§14.129ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος §14.130ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται· §14.131ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ §14.132θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.
到那儿以后,我们且待在箭矢射不到的地方,避开厮杀,免得谁又在原有的伤口上再添新伤;随后,我们将去敦促那些先前只顾顺从自己的心意、站在一旁而不参加战斗的人,让他们投入战场。
§14.133ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· §14.134βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
” 他这样说着,他们便顺从地聆听并服从了;于是他们动身前行,由众人之王阿伽门农领头。
§14.135οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος, §14.136ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς, §14.137δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο, §14.138καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §14.139Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ §14.140γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν §14.141δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί.
著名的震地之神也没有虚度瞭望,而是化作一位老人的模样,尾随在他们身后,执起阿特柔斯之子阿伽门农的右手,对他开口说出了有翼飞翔的话语: “阿特柔斯之子,如今想必阿喀琉斯那有害的心灵,正因目睹了阿开亚人的惨遭杀戮和溃退而深感快意,因为他毫无心智,哪怕一点点也没有。
§14.142ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε· §14.143σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν, §14.144ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες §14.145εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς §14.146φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
愿他落得如此下场而灭亡,愿神明使他残废;而福乐的众神尚未对你彻底动怒,倒不如说,特洛伊人的领袖和主宰们必将在宽阔的平原上掀起尘土,而你必将亲眼看见船只和帐篷旁朝着城池逃窜。
§14.147ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.
” 他这样说着,在平原上奔驰时发出了巨大的呼喊。