§14.1Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης, §14.2ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα· §14.3φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα· §14.4μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.
涅斯托耳虽然仍在饮酒,却未曾听漏这呐喊声,于是他向阿斯克勒庇俄斯之子说出了有翼的话语: “神圣的马卡翁啊,且考虑一下这些事将如何发展;在船只旁,强壮青年们的呼喊声确实越来越响亮了。
§14.5ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον §14.6εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη §14.7θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα· §14.8αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.
但你现在且坐在这里饮这闪光的酒,直到秀发的美丽的赫卡墨得烧好温水,为你洗去身上的血迹污垢;而我将迅速前去瞭望处看个究竟。
§14.9ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο §14.10κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο §14.11χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο.
” 他这样说着,拿起了他那驯马的儿子色拉叙墨得斯留在棚屋里的做工精良的盾牌,上面闪耀着青铜的光芒;而儿子则拿着他父亲的盾牌。
§14.12εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, §14.13στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς §14.14τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε §14.15Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.
他又拿起一柄装有锋利青铜的强劲长枪,站在棚屋外面,顿时看见了悲惨的一幕:一方在溃逃,而另一方傲慢的特洛伊人在后面追赶;阿开亚人的防壁已被摧毁。
§14.16ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ §14.17ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα §14.18αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε, §14.19πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον, §14.20ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν §14.21διχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων, §14.22ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.
正如当大海因无声的波涛而翻腾,只是预示着狂风疾速的道路,徒劳无功,既不向这边滚滚向前,也不向那边滚滚向前,直到宙斯降下某种决定性的风;老人在心中也如此痛苦地权衡着两条道路:是该前往驱策快马的达那俄斯人的队伍中,还是前往阿特柔斯之子、人民的牧者阿伽门农那里。
在这样考虑时,他觉得更好的办法是去阿特柔斯之子那里。
οἳ δʼ ἀλλήλους ἐνάριζον §14.25μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς §14.26νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
而其余的人在战斗中互相杀戮,不屈的青铜在他们被剑和两头尖的长枪刺中的身体周围铿锵作响。
§14.27Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες §14.28πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ §14.29Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.
这时,受宙斯抚育的王公们与涅斯托耳相遇,他们正从船旁走上来,这些人都曾被青铜所伤—— 狄俄墨得斯、奥德修斯以及阿特柔斯之子阿伽门农。
§14.30πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες §14.31θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ §14.32εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.
因为他们的船只停放在远离战场的地方,在灰白的大海滩头;他们把最先到达的船拉向平原,并在船尾建起了防壁。
§14.33οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας §14.34αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί· §14.35τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης §14.36ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.
因为海滩虽然宽阔,却无法容纳所有的船只,人们感到拥挤不堪;因此,他们将船只并排拉上,填满了两角岬角所包围的整个漫长海岸的入口。
§14.37τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο §14.38ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι §14.39θυμὸς ἐνὶ στήθεσσιν.
所以王公们一同走来,渴望看到呐喊与战斗,他们倚着长枪走来,胸中满怀忧伤。
ὃ δὲ ξύμβλητο γεραιὸς §14.40Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
而老涅斯托耳迎面碰到了他们,这使阿开亚王公们胸中的斗志一惊。
§14.41τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων· §14.42ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν §14.43τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;
统治者阿伽门农高声对他说: “涅勒乌斯之子涅斯托耳啊,阿开亚人的伟大光荣,你为何离开那消灭人类的战场,来到这里?
§14.44δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ, §14.45ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων §14.46μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι §14.47πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.
我害怕勇猛的赫克托尔会履行他对我所说的话,正如他曾在特洛伊人中发表演说时威胁的那样:绝不从船旁回到伊利奥斯,除非先用火烧毁船只,并将我们全部杀死。
§14.48κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
他曾这样宣称,而现在这一切正在实现。
§14.49ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
唉!
§14.50ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς §14.51οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.
难道其他披甲戴盔的阿开亚人也像阿基琉斯一样,在心中对我怀着愤怒,因而不愿在船尾旁战斗了吗?
§14.52τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· §14.53ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως §14.54Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.
” 格勒尼亚的骑士涅斯托耳回答他说: “确实,这些事已经发生了,即使是高声雷鸣的宙斯自己也无法改变。
§14.55τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν §14.56ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· §14.57οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι §14.58νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων §14.59ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται, §14.60ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.
因为我们曾信赖能成为船只和我们自身不可攻破之防线的那道防壁,已经倒塌了;敌人在快捷的船旁进行着无休无止的、不懈的战斗;你即使极力眺望,也无法再分辨出阿开亚人究竟是从哪一侧被驱散、溃败的,他们如此混乱地被杀戮,而呼喊声直上云霄。
§14.61ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα §14.62εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω §14.63δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.
但让我们考虑一下这些事将如何发展,如果智慧能起作用的话;但我并不主张我们加入战斗,因为受伤的人无论如何是无法作战的。
§14.64τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· §14.65Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται, §14.66τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος, §14.67ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ §14.68ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· §14.69οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι §14.70νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
” 众人的王阿伽门农再次回答说: “涅斯托耳啊,既然他们已经在船尾旁战斗,而建起的防壁没有起到保护作用,壕沟也是如此—— 达那俄斯人曾在那里遭受许多苦难,并在心中期盼它能成为船只和我们自身的不可攻破之防线—— 这想必是全能的宙斯乐意看到的,让阿开亚人在此远离阿耳戈斯的地方默默无闻地毁灭。