Humanitext Reader

荷马 · 伊利亚特 §14.148-14.223

赫拉梳妆与阿佛洛狄忒的宝带

第 124 段,共 226 段 · 希腊语

内容简介

在波塞冬宏大呼喊声的鼓舞下,阿开亚人继续战斗;同时,赫拉策划着欺骗宙斯,她盛装打扮并向阿佛洛狄忒借来了充满爱与诱惑的腰带。

§14.148ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι §14.149ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος, §14.150τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων §14.151ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ §14.152καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
正如九千或一万人在战斗中交锋、投入阿瑞斯的纷争时所发出的呼喊,震地之神从他的胸膛中发出了同样巨大的声响;他给每个阿开亚人的心中注入了无穷的力量,使他们不懈地战斗。
§14.153Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι §14.154στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω §14.155τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν §14.156αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·
金宝座的赫拉从奥林匹斯的山脊上亲眼目睹了这一切;她立刻认出了在给人类带来荣耀的战场上奔忙的那位自己的兄弟和姐夫,她的心中充满喜悦。
§14.157Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης §14.158ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
但她看到宙斯坐在多泉的伊达山的最顶峰,他的形象在她的心中变得可憎。
§14.159μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη §14.160ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο· §14.161ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ §14.162ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν, §14.163εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι §14.164ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε §14.165χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.
随后,牛眼睛的尊贵赫拉谋划着如何蒙蔽携盾宙斯的心智;在她的心中,这似乎是最好的计策:盛装打扮后前往伊达山,如果他渴望与她亲近交欢,她就可以在他那聪慧的眼睑和心智上倾注无害而温暖的睡眠。
§14.166βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν §14.167Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε §14.168κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν·
她走向自己的寝室,那是她亲爱的儿子赫淮斯托斯为她建造的,他用隐秘的锁将坚固的门扉安在门柱上,除了她自己没有别的水神能打开。
§14.169ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
她走进去,关上了闪亮的门。
§14.170ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος §14.171λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ §14.172ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν· §14.173τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ §14.174ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.
首先,她用神圣的香乳从她那迷人的身体上清洗掉所有的污垢,然后用芳香四溢的圣油涂抹全身,这是专门为她熏香的;只要这油在宙斯那青铜地面的宫殿里稍微移动,它的香气就会充盈天地之间。
§14.175τῷ ῥʼ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας §14.176πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς §14.177καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.
她用圣油涂抹了美丽的身体,将头发梳理整齐,用双手从她那不朽的头上编织起闪亮、美丽而神圣的辫发。
§14.178ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνη §14.179ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά· §14.180χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.
随后她穿上神圣的衣袍,那是雅典娜为她精心织就并绣上许多精美图案的衣服;她用金针在胸前扣好。
§14.181ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ, §14.182ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι §14.183τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
她系上一条饰有一百个流苏的腰带,在打好耳洞的耳垂上戴上三珠的精美耳坠,闪烁着无限的优雅。
§14.184κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων §14.185καλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς·
尊贵的女神用新织的精美面纱罩在头上,那面纱白如烈日。
§14.186ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
在她那白皙的双脚下,她系上了美丽的凉鞋。
§14.187αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον §14.188βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δʼ Ἀφροδίτην §14.189τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε· §14.190ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω, §14.191ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ, §14.192οὕνεκʼ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;
当她把所有的饰物都穿戴在身上后,她走出了寝室,把阿佛洛狄忒从其他神明中叫到一旁,对她说道: “亲爱的孩子,你能听从我所说的话吗,还是说你会因为我帮助丹纳斯人、而你帮助特洛伊人,而在心中愤怒并拒绝我?
§14.193τὴν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· §14.194Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο §14.195αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, §14.196εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
” 宙斯的女儿阿佛洛狄忒随后回答她: “尊贵的女神赫拉,伟大的克罗诺斯之女,请说出你的想法;我的心催促我践行它,如果我能做到,且这确实是可行之事。
§14.197τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· §14.198δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας §14.199δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.
” 尊贵的赫拉心怀诡计地对她说道: “现在请把爱和欲望赐予我,你就是用这力量征服了所有的神明和凡人。
§14.200εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης, §14.201Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, §14.202οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον §14.203δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς §14.204γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·
因为我要去探望丰饶大地的边缘,以及众神之源俄刻阿诺斯和母亲特堤斯,当宽广声音的宙斯将克罗诺斯贬入大地和荒凉的海洋之下时,他们从瑞亚手中接过我,在他们的宫殿里悉心抚养教育我。
§14.205τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω· §14.206ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται §14.207εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
我要去见他们,化解他们无休止的争端;因为他们已经彼此疏远了很长时间,拒绝同床共枕、不通恩爱,因为愤怒落入了他们的心田。
§14.208εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ §14.209εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι, §14.210αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.
如果我能用言语说服他们亲爱的心,让他们重温旧梦,在爱中结合,我将永远受到他们的爱戴和尊敬。
§14.211τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη· §14.212οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι· §14.213Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.
” 喜爱微笑的阿佛洛狄忒对她回答道: “我既不能也不该拒绝你的请求,因为你是在最伟大的宙斯的怀抱中安枕的人。
§14.214ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα §14.215ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·
” 她说着,从胸前解下了那条织工精巧、汇聚了所有魅惑的刺绣腰带。
§14.216ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς §14.217πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.
那上面有爱,有欲望,有亲密的低语,有那甚至能偷走最明智者心智的诱惑。
§14.218τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §14.219τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ §14.220ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι §14.221ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.
她把腰带放在赫拉手中,开口对她说道: “现在拿去吧,把这条刺绣腰带放入你的怀中,这上面汇聚了一切;我相信,无论你心中渴望什么,你绝不会空手而归。
§14.222ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη, §14.223μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.
” 她这样说着,牛眼睛的尊贵赫拉微笑起来,微笑着把腰带放进了自己的怀里。

词汇与语法注释

  1. §14.148ὅσσόν — 关系结构 ὅσσόν... τόσσην(第150行)用于比较呼喊声的大小。第148-149行的关系从句描绘了九千或一万人在阿瑞斯的战斗中呼喊时的音量,第150行的 τόσσην 与之相应,指明了波塞冬呼喊声的宏大程度。
  2. §14.163εἴ πως ἱμείραιτο — 祈愿语气 ἱμείραιτο(“若是他渴望”)表示一种不确定的条件(宙斯的欲望),而第165行的连接语气 χεύῃ(“好让她倾注”)则表示赫拉意图主动且确定地引起的意图或结果。这种语气的交替反映了主观确定性的差异。
  3. §14.171λίπʼ ἐλαίῳ — 单词 λίπα(此处因元音冲突省写为 λίπʼ)是一个古老的副词性表达,最初源自中性名词 *lipas 的与格,意为“丰富地”或“充分地”。它与与格 ἐλαίῳ(油)结合,构成“用油丰富地涂抹”这一公式化表达。
  4. §14.208εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα — 第208-209行的条件从句 εἰ... ἀνέσαιμι(祈愿语气)与第210行的主句 αἰεί κέ... καλεοίμην(κέ + 祈愿语气)相呼应,构成了表示未来可能性的潜在条件句。

引用这一段

荷马, 伊利亚特 §14.148-14.223. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:14.148-14.223

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。