Humanitext Reader

ホメロス · イリアス §14.77-14.147

オデュッセウスの反論とポセイドンの激励

123 / 226 箇所 · ギリシア語

要旨

アガメムノンの撤退提案に対し、オデュッセウスが怒りをもって反対し、ディオメデスが傷を負いながらも前線へ復帰して兵を鼓舞する代替案を提示して全員がこれに従う。戦場へ向かう王たちの前に、ポセイドンが老人の姿で現れ、アガメムノンに勝利の予言を与えて鼓舞する。

§14.77ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ
船を錨石の上に高く係留しておき、神聖な夜が来るのを待とう。
§14.78νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο §14.79Τρῶες·
夜になれば、トロイア人たちも戦いをやめるやもしれぬ。
ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.
そうなれば、我らはすべての船を海へと引き出すことができる。
§14.80οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα.
災いから逃れるのは、たとえ夜の間であっても、決して恥ではない。
§14.81βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.
捕らえられるよりは、逃げて災いから逃れる方がよいのだから。
§14.82τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
」これを聞いた知略に富むオデュッセウスは、彼を睨みつけて言った。
§14.83Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·
「アトレウスの子よ、何という言葉があなたの歯の垣根から漏れ出たのか。
§14.84οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
滅びるべき者よ、あなたはいっそ、他の見すぼらしい軍勢を率いるべきであり、我らを支配すべきではなかった。
§14.85σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς §14.86ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν §14.87ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.
ゼウスが我らに、青春の時から老年に至るまで、一人残らず死に絶えるまで、苦しい戦争をやり遂げることをお与えになったというのに。
§14.88οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν §14.89καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;
あなたは本当に、多くの災いを被りながら戦ってきた、あの広い街路を持つトロイアの都を棄て去ろうというのか。
§14.90σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ
静かにせよ、アカイア人の他の誰もこの言葉を聞かぬように。
§14.91μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο §14.92ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν §14.93σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ §14.94τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·
心にまともなことを語る分別を持ち、王笏を手にして、あなたがアルゴス人の間で支配しているのと同じほど多くの民を従えている者なら、断じて口にせぬはずの言葉を。
§14.95νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·
今や私は、あなたの口にした言葉ゆえに、あなたの分別をまったく軽蔑する。
§14.96ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς §14.97νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον
あなたは、戦争と戦闘の最中に、美しく整えられた船を海へと引き下ろせと命じる。
§14.98Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης, §14.99ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ.
そうすれば、すでに優勢なトロイア人にとってはさらに望ましいことになり、我らには容赦なき破滅がのしかかるだろう。
οὐ γὰρ Ἀχαιοὶ §14.100σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων, §14.101ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.
なぜならアカイア人は、船が海へ引き下ろされるのを見れば、戦闘を維持せず、周囲をうかがって戦いから身を引くからだ。
§14.102ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.
そこでは、民の指導者たるあなたの計画が、破滅をもたらすことになるのだ。
§14.103τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
」人々の王アガメムノンがこれに答えて言った。
§14.104ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ §14.105ἀργαλέῃ·
「オデュッセウスよ、あなたの厳しい非難は私の心に深く刺さった。
ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα §14.106νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.
しかし、私はアカイア人の子らに、望まぬままに船を海へ引き下ろせと強制しているのではない。
§14.107νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι §14.108ἢ νέος ἠὲ παλαιός·
今や、若い者であれ年老いた者であれ、これより優れた計画を語ってくれる者がいればよい。
ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.
私にとっては、この上なくありがたいことだ。
§14.109τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
」そこで、戦闘に強いディオメデスが彼らに語りかけた。
§14.110ἐγγὺς ἀνήρ·
「その男は近くにいます。
οὐ δηθὰ ματεύσομεν·
長く探す必要はありません。
αἴ κʼ ἐθέλητε §14.111πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος §14.112οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·
もしあなたがたが従う気があり、私があなたがたの中で最も若いからといって、腹を立てて軽蔑しないでくれるならば。
§14.113πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι §14.114Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.
私は、テーバイの盛土された土の下に眠っている、立派な父テュデウスの血筋であると自負している。
§14.115πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, §14.116οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
ポルトスには三人の非の打ちどころのない息子が生まれ、プレウロンと峻険なカリュドンに住んだ。
§14.117Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς §14.118πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.
アグリオスとメラス、そして三人目は騎士オイネウスであり、彼は我が父の父、彼らの中で最も優れた徳を備えていた。
§14.119ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη
しかしオイネウスはそこに留まり、我が父はアルゴスに漂流して住み着いた。
§14.120πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.
ゼウスと他の神々がそれを望まれたからである。
§14.121Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα §14.122ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι §14.123πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς, §14.124πολλὰ δέ οἱ πρόβατʼ ἔσκε·
彼はアドラストスの娘の一人を妻とし、豊かな家を住まいとし、多くの麦畑、周りには多くの植木の果樹園、そして多くの羊を持っていた。
κέκαστο δὲ πάντας Ἀχαιοὺς §14.125ἐγχείῃ·
そして槍にかけては、すべてのアカイア人の中で秀でていた。
τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.
それらは事実であるから、あなたがたも聞いているはずだ。
§14.126τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες §14.127μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.
それゆえ、私の家柄を卑しいとか臆病だとか言って、私が語る優れた言葉を軽蔑しないでほしい。
§14.128δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.
我らは、傷を負いながらも、必要に迫られて戦いへと向かおう。
§14.129ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος §14.130ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται·
そこへ行って、自らは矢の届かぬところに身を置いて戦いから離れ、傷の上に傷を負わぬようにしよう。
§14.131ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ §14.132θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.
そして、それまで己の心に従って離れて立ち、戦おうとしなかった他の者たちを励まして、戦いへと送り込もう。
§14.133ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
」彼はこう語り、彼らはこれに大いに聞き従った。
§14.134βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
そして進み始め、人々の王アガメムノンが彼らを先導した。
§14.135οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,
高名な大地の揺さぶり手も、怠りなく見守っていた。
§14.136ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς, §14.137δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο, §14.138καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
彼は老人の姿に扮して彼らの後に従い、アトレウスの子アガメムノンの右手を取って、彼に声をかけ、翼ある言葉をかけた。
§14.139Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ §14.140γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν
「アトレウスの子よ、今やアキレウスの禍々しい心は、アカイア人の殺戮と敗走を目の当たりにして、胸の中で喜んでいるに違いない。
§14.141δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί.
彼には少しの分別もないのだから。
§14.142ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·
しかし、彼はそのようにして滅び、神が彼を打ちのめすがよい。
§14.143σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,
あなたには、祝福された神々はまだ完全にお怒りではない。
§14.144ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες §14.145εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς §14.146φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
むしろ、トロイアの指導者や支配者たちは、まだ広い平原を砂埃で満たすだろうし、あなた自身も、彼らが船や小屋から都に向かって逃げていくのを目にすることだろう。
§14.147ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.
」そう語って、彼は平原に向かって突進しながら大声をあげた。

語釈・文法注

  1. 14.84οὐλόμενʼ αἴθʼ ὤφελλες ... σημαίνειν — αἴθε (αἴθʼ) +直説法過去(ὤφελλες)は、実現不可能な願望「〜であったならよかったのに」を表す。οὐλόμενʼ は οὐλόμενος(「滅びるべき、呪われた」)の呼格形 οὐλόμενε の語尾省略(elision)。不定詞 σημαίνειν は属格(ἀεικελίου στρατοῦ ἄλλου)を支配し、「他の見すぼらしい軍勢を率いる」の意味となる。
  2. 14.113γένος εὔχομαι εἶναι — γένος は関係・観点の対格(「血筋(家柄)の点で」)。動詞 εὔχομαι +不定詞(εἶναι)は、「〜であると誇る、自負する」の意味を持つ叙事詩の典型的な公式的表現である。
  3. 14.140Ἀχιλλῆος ... δερκομένῳ — 139行の属格 Ἀχιλλῆος(アキレウスの)に対して、141行の分詞 δερκομένῳ(見ている者に)は与格となっており、文法的な格の不一致が見られる。これは 140行の主語 ὀλοὸν κῆρ(禍々しい心)に付随する「彼(アキレウス)において、彼が見るときに(喜びが彼の胸にある)」という関係(関係・興味の与格)が意識されたために生じた、叙事詩における構文の緩やかさ(格の交替)の例である。
  4. 14.147πεδίοιο — πεδίοιο は2変化名詞の叙事詩的属格語尾(-οιο)。ここでは自動詞の分詞 ἐπεσσύμενος(突進しつつ)を修飾する「場所の属格」として機能しており、「平原を(横切って)」という運動の行われる空間的範囲を示している。

この箇所を引用する

ホメロス, イリアス §14.77-14.147. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:14.77-14.147

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。