Humanitext Reader

索福克勒斯 · 俄狄浦斯在科罗诺斯 §769-840a

俄狄浦斯的拒绝与克瑞翁强掳二女

第 10 段,共 21 段 · 希腊语

内容简介

俄狄浦斯激烈地拒绝了克瑞翁充满欺骗性的劝说,并预言了自己对儿子们及忒拜的复仇。愤怒的克瑞翁诉诸武力,企图强行带走俄狄浦斯的两个女儿,与试图阻止他的歌队发生激烈冲突。

§769καὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ, §770τότʼ ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοι §771τὸ συγγενὲς τοῦτʼ οὐδαμῶς τότʼ ἦν φίλον·
当留在宫殿中生活本是令人惬意之时,那时你却将我往外推搡并驱逐,而对你而言这份血缘亲情在当时绝非可爱。
§772νῦν τʼ αὖθις ἡνίκʼ εἰσορᾷς πόλιν τέ μοι §773ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν, §774πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων.
如今,当你再次看到这座城邦对我友好,且我所有的族人均与我同在时,你又企图用温和的话语述说严酷的事,将我强行拉回。
§775καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν;
然而,去爱那不情愿之人,这算什么乐趣?
§776ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν §777μηδὲν διδοίη μηδʼ ἐπαρκέσαι θέλοι, §778πλήρη δʼ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε §779δωροῖθʼ, ὅτʼ οὐδὲν ἡ χάρις χάριν φέροι·
犹如有人在你热切恳求获得某物时,却什么也不给你,也无意施以援手,而当你的心意已满足了你所渴求之物时,他却在此时予以馈赠,而这份恩惠已无法带来任何喜悦。
§780ἆρʼ ἂν ματαίου τῆσδʼ ἂν ἡδονῆς τύχοις;
你难道会从这种虚无的快乐中获得满足吗?
§781τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί, §782λόγῳ μὲν ἐσθλά. τοῖσι δʼ ἔργοισιν κακά.
正是类似的事情,你也在向我提供,在言语上看似美好,在事实上却带来灾祸。
§783φράσω δὲ καὶ τοῖσδʼ, ὥς σε δηλώσω κακόν.
我也要向这些人说明,以便揭露你的邪恶。
§784ἥκεις ἔμʼ ἄξων, οὐχʼ ἵνʼ ἐς δόμους ἄγῃς, §785ἀλλʼ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι §786κακῶν ἄνατος τῆσδʼ ἀπαλλαχθῇ χθονός.
你来此带走我,并非为了将我领入你的家门,而是为了让我在邻近(国境)定居,使你的城邦得以免受这片土地的灾祸惩罚。
§787οὐκ ἔστι σοι ταῦτʼ, ἀλλά σοι τάδʼ ἔστʼ, ἐκεῖ §788χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί· §789ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς §790χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον.
你得不到这样的结果,反而会得到这个:在你们那片土地上,我的复仇之灵将永远定居;而对于我的儿子们而言,他们对我的土地能继承的份额仅有这么一点:死在其中。
§791ἆρʼ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ;
难道我对忒拜的事务不比你了解得更透彻吗?
§792πολλῷ γʼ, ὅσῳπερ κἀκ σαφεστέρων κλύω, §793Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ.
确实要透彻得多,因为我是从更可靠的神明那里听到的,那便是福玻斯以及他的父亲宙斯本人。
§794τὸ σὸν δʼ ἀφῖκται δεῦρʼ ὑπόβλητον στόμα, §795πολλὴν ἔχον στόμωσιν· ἐν δὲ τῷ λέγειν §796κάκʼ ἂν λάβοις τὰ πλείονʼ ἢ σωτήρια.
然而你那虚伪的口舌来到这里,虽磨得极其锋利;但在言谈之中,你将招致更多的灾祸而非救助。
§797ἀλλʼ οἶδα γάρ σε ταῦτα μὴ πείθων, ἴθι·
然而,我深知这些话无法说服你,走吧!
§798ἡμᾶς δʼ ἔα ζῆν ἐνθάδʼ· οὐ γὰρ ἂν κακῶς §799οὐδʼ ὧδʼ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα.
让我们在此生活;因为即使处于如今境地,只要我们能感到自得,便不算过得糟糕。
§800πότερα νομίζεις δυστυχεῖν ἔμʼ ἐς τὰ σά, §801ἤ σʼ εἰς τὰ σαυτοῦ μᾶλλον, ἐνἐς τῷ νῦν λόγῳ;
在你看来,在如今的辩论中,是我因你的事务而遭殃,还是你因你自己的事务而更为不幸?
§802ἐμοὶ μέν ἐσθʼ ἥδιστον, εἰ σὺ μήτʼ ἐμὲ §803πείθειν οἷός τʼ εἶ μήτε τούσδε τοὺς πέλας.
对我而言,只要你既无法说服我,也无法说服这些身旁的邻人,便是最大的乐事。
§804ὦ δύσμορʼ, οὐδὲ τῷ χρόνῳ φύσας φανεῖ §805φρένας ποτʼ ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφει;
噢,不幸的家伙,难道随着时间的流逝,你也未显露出任何长进的理智,反而只是在滋养着老年的耻辱吗?
§806γλώσσῃ σὺ δεινός· ἄνδρα δʼ οὐδένʼ οἶδʼ ἐγὼ §807δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει.
你口齿伶俐;但我从未见过任何正直之人,会在所有场合都巧言善辩。
§808χωρὶς τό τʼ εἰπεῖν πολλὰ καὶ τὰ καίρια.
滔滔不绝与切中要害是两码事。
§809ὡς δὴ σὺ βραχέα, ταῦτα δʼ ἐν καιρῷ λέγεις.
仿佛你真说得简明扼要,且切合时宜似的!
§810οὐ δῆθʼ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα.
对于智力与你相当的人来说,确实如此。
§811ἄπελθʼ, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ με
走开!
§812φύλασσʼ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ.
因为我也代表这些人说话,不要监视我,围攻我必须居住的场所。
§813μαρτύρομαι τούσδʼ, οὐ σέ· πρὸς δὲ τοὺς φίλους §814οἷʼ ἀνταμείβει ῥήματʼ, ἤν σʼ ἕλω ποτέ §815τίς δʼ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ;
我把这些人作为证人,而不是你;至于对你的亲人,你会用什么样的言语来回报,一旦我抓到了你—— 在这些盟友中,有谁能用武力将我夺走?
§816ἦ μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσει.
的确,即便没有这件事,你也会痛苦不堪。
§817ποίῳ σὺν ἔργῳ τοῦτʼ ἀπειλήσας ἔχεις;
你凭什么行径竟敢发出这样的威胁?
§818παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼ §819ξυναρπάσας ἔπεμψα, τὴν δʼ ἄξω τάχα.
在你的两个女儿中,其中一个我刚才已强行夺走并送走,而另一个我也将很快带走。
§820οἴμοι.
呜呼!
§820aτάχʼ ἕξεις μᾶλλον οἰμώζειν τάδε.
很快,你将更有理由为此哀嚎。
§821τὴν παῖδʼ ἔχεις μου;
你抓走了我的孩子吗?
§821aτήνδε τʼ οὐ μακροῦ χρόνου.
而这一个也将在不久之后。
§822ἰὼ ξένοι, τί δράσετʼ;
噢,异邦人,你们打算做什么?
ἦ προδώσετε, §823κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός;
难道你们要背叛我,而不将这个不敬之人逐出这片土地吗?
§824χώρει, ξένʼ, ἔξω θᾶσσον.
走吧,异邦人,快到外面去!
οὔτε γὰρ τὰ νῦν §825δίκαια πράσσεις οὔθʼ ἃ πρόσθεν εἴργασαι.
因为你如今所做的既不公正,你以前所做的也同样不义。
§826ὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγειν §827ἄκουσαν, εἰ θέλουσα μὴ πορεύεται.
这是你们(随从)将这女孩带走的最好时机,违背她的意愿,如果她不愿自愿前行的话。
§828οἴμοι τάλαινα, ποῖ φύγω;
呜呼哀哉,我这可怜的人,我该逃往何处?
ποίαν λάβω §829θεῶν ἄρηξιν ἢ βροτῶν;
我能寻求神明还是人类的何种援助?
§829aτί δρᾷς, ξένε;
你在做什么,异邦人?
§830οὐχ ἅψομαι τοῦδʼ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς.
我不会碰这个男人,只碰属于我的东西。
§831ὦ γῆς ἄνακτες.
噢,这片土地的统治者们!
§831aὦ ξένʼ, οὐ δίκαια δρᾷς.
噢,异邦人,你所做的并不公正。
§832δίκαια.
极为公正。
§832aπῶς δίκαια;
怎么是公正的?
§832bτοὺς ἐμοὺς ἄγω.
我带走我自己的亲人。
§833ἰὼ πόλις.
噢,城邦啊!
§834τί δρᾷς, ὦ ξένʼ;
你在做什么,异邦人?
οὐκ ἀφήσεις;
你还不放手吗?
τάχʼ εἰς βάσανον εἶ χερῶν.
很快你将面临双手的较量。
§835εἴργου.
闪开!
§835aσοῦ μὲν οὔ, τάδε γε μωμένου.
对你绝不闪开,只要你还在企图这些事。
§836πόλει μαχεῖ γάρ, εἴ τι πημανεῖς ἐμέ.
因为如果你伤害我,你就是与城邦作战。
§837οὐκ ἠγόρευον ταῦτʼ ἐγώ;
我难道没有说过这些话吗?
§837aμέθες χεροῖν §838τὴν παῖδα θᾶσσον.
放开双手,快把那女孩放开。
§838aμὴ ʼπίτασσʼ ἃ μὴ κρατεῖς.
不要对你无法控制的事发号施令。
§840χαλᾶν λέγω σοι.
我叫你放手。
§840aσοὶ δʼ ἔγωγʼ ὁδοιπορεῖν.
而我叫你走你的路。

词汇与语法注释

  1. 776ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν — 第776-780行的整个句子结构构成了一个使用祈愿语气的假设性对比(ὥσπερ εἴ τις ... δωροῖτο),主句 ἆρ' ἂν ... τύχοις? 作为潜在祈愿语气(potential optative)发挥作用。第780行的双重 ἄν(ἆρ' ἂν ... ἂν ... τύχοις)起到了强调潜在语气的作用,第一个 ἄν 在疑问词后先期引导,第二个则在动词前加强语气。
  2. 788χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί — 属格 χώρας(那片土地的)既可以修饰名词 ἀλάστωρ(复仇之灵),也可以作为分词 ἐνναίων(居住于)的宾语/补足语。在此语境中,俄狄浦斯的诅咒将永远停留在敌对的忒拜土地上,这两种含意相互重叠,但从语法上将其视为由 ἐνναίων 所支配更为自然。
  3. 801ἐνἐς τῷ νῦν λόγῳ — 文本中出现了显示抄本混乱的“ἐνἐς”异读混入,这很可能源于“ἐν τῷ νῦν λόγῳ”(在当前的辩论中)与使用介词“ἐς”的异读的重合。在翻译中,我们根据标准的“ἐν τῷ νῦν λόγῳ”将其统一理解为“在当前的辩论中”。
  4. 817ἀπειλήσας ἔχεις — 这是古典悲剧里常见的迂回完成式(periphrastic perfect),由不定过去时分词 ἀπειλήσας 与动词 ἔχω 组合而成。相比于单纯的完成时,它更强调动作完成后的持续状态(即“发出威胁并使之维持”,即“正在威胁”)。

引用这一段

索福克勒斯, 俄狄浦斯在科罗诺斯 §769-840a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg007.humanitext-grc2:769-840a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。