§841πρόβαθʼ ὧδε, βᾶτε βᾶτʼ, ἔντοποι·
到这里来,快来,快来,本地的居民啊!
§842πόλις ἐναίρεται, πόλις ἐμά, σθένει·
城邦正在遭到践踏,我的城邦,被强力所凌侮!
πρόβαθʼ ὧδέ μοι.
到我这里来!
§843ἀφέλκομαι δύστηνος, ὦ ξένοι ξένοι.
我被强行拖走了,可怜的我,噢,异乡人,异乡人啊!
§844ποῦ, τέκνον, εἴ μοι;
孩子,你在哪里,我的孩子,你在哪儿?
§844aπρὸς βίαν πορεύομαι.
我正被用武力带走。
§845ὄρεξον, ὦ παῖ, χεῖρας.
伸出你的手,孩子!
§845aἀλλʼ οὐδὲν σθένω.
但是我毫无气力。
§846οὐκ ἄξεθʼ ὑμεῖς;
你们还不快把她带走!
§846aὦ τάλας ἐγώ, τάλας.
噢,可怜的我,可怜啊!
ἀλλʼ ἐπεὶ νικᾶν θέλεις §850πατρίδα τε τὴν σὴν καὶ φίλους, ὑφʼ ὧν ἐγὼ §851ταχθεὶς τάδʼ ἔρδω, καὶ τύραννος ὢν ὅμως, §852νίκα.
但既然你执意要战胜你的祖国和你的朋友们——我是受他们之命来做此事的,尽管我自己也是个统治者——那就去赢吧。
χρόνῳ γάρ, οἶδʼ ἐγώ, γνώσει τάδε, §853ὁθούνεκʼ αὐτὸς αὑτὸν οὔτε νῦν καλὰ §854δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων, §855ὀργῇ χάριν δούς, ἥ σʼ ἀεὶ λυμαίνεται.
因为随着时间的推移,我知道,你终会明白这一点:你现在对自己没有做任何好事,以前违背朋友们意愿时也同样没有,只是纵容了那总是毁掉你的愤怒。
§856ἐπίσχες αὐτοῦ, ξεῖνε.
站住,异乡人!
§856aμὴ ψαύειν λέγω.
我叫你不要碰!
§857οὔτοι σʼ ἀφήσω, τῶνδέ γʼ ἐστερημένος.
我绝不放过你,因为我被夺走了这两个女儿。
那么你很快就会给这座城邦留下更大的抵押品;因为我不会只对这两个女儿下手。
§860ἀλλʼ ἐς τί τρέψει;
你要做什么?
§860aτόνδʼ ἀπάξομαι λαβών.
我要把这男人带走。
§861δεινὸν λέγοις ἄν.
你竟说出这样可怕的话。
§861aτοῦτο νῦν πεπράξεται.
这事现在就要办到。
§862ἢν μή σʼ ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ.
除非这片土地的统治者阻拦你。
§863ὦ φθέγμʼ ἀναιδές, ἦ σὺ γὰρ ψαύσεις ἐμοῦ;
噢,无耻的杂音! 你真的要碰我吗?
§864αὐδῶ σιωπᾶν.
我叫你闭嘴。
你这极恶之人,在夺走了我先前的眼睛之后,又夺走了我这仅存的明眸,强行离去。
§868τοιγὰρ σέ τʼ αὐτὸν καὶ γένος τὸ σὸν θεῶν §869ὁ πάντα λεύσσων Ἥλιος δοίη βίον §870τοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε.
为此,愿诸神中那普照万物的太阳神赫利俄斯,赐予你自身及你的一族像我一样悲惨老去的余生。
§871ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι;
你们看到这些了吗,这片土地的居民们?
他们看着我,也看着你,并且明白我虽然在行动中受害,却只能用言语向你还击。
我绝不抑制怒火,而要强行带走他,哪怕我孤身一人,且因年老而步履迟缓。
§876ἰὼ τάλας.
噢,可怜啊。
§877ὅσον λῆμʼ ἔχων ἀφίκου, ξένʼ, εἰ τάδε δοκεῖς τελεῖν.
你怀着多么傲慢的气焰来到此地,异乡人,如果你以为你能完成这些事。
§878δοκῶ.
我以为我能。
§879τάνδʼ ἄρʼ οὐκέτι νεμῶ πόλιν.
那么,我将不再视这座城邦为城邦。
§880τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν.
在正义的事上,即使是弱小者也能战胜强大者。
§881ἀκούεθʼ οἷα φθέγγεται;
你们听见他在口出什么狂言了吗?
§881aτά γʼ οὐ τελεῖ.
那些他绝无法完成的事。
§883Ζεύς γʼ ἂν εἰδείη, σὺ δʼ οὔ.
宙斯或许知道,而你并不知道。
§884ἆρʼ οὐχ ὕβρις τάδʼ;
这难道不是暴行吗?
§884aὕβρις, ἀλλʼ ἀνεκτέα.
是暴行,但只得承受。
噢,所有的民众啊,噢,这片土地的首领们,快快前来,快来吧,因为他们确实正在越过边界!
§887τίς ποθʼ ἡ βοή;
这到底是什么喊声?
τί τοὔργον;
发生了什么事?
ἐκ τίνος φόβου ποτὲ §888βουθυτοῦντά μʼ ἀμφὶ βωμὸν ἔσχετʼ ἐναλίῳ θεῷ
因为什么恐惧,你们竟打断了我在这科洛诺斯的守护神——海神的祭坛前献祭公牛?
§889τοῦδʼ ἐπιστάτῃ Κολωνοῦ; λέξαθʼ, ὡς εἰδῶ τὸ πᾶν, §890οὗ χάριν δεῦρʼ ᾖξα θᾶσσον ἢ καθʼ ἡδονὴν ποδός.
告诉我,好让我了解一切,为什么我以超越脚步愉悦的速度飞奔到这里。
噢,最亲爱的人,我认得你的声音,我刚才在眼前这男人的手里遭到了可怕的对待。
§893τὰ ποῖα ταῦτα, τίς δʼ ὁ πημήνας;
究竟是什么事,是谁伤害了你?
λέγε.
说。
你看到的这个克瑞翁,抢走了我仅有的一对女儿,逃走了。
§896πῶς εἶπας;
你说什么?
§896aοἷά περ πέπονθʼ ἀκήκοας.
你已经听到了我所受到的可怕对待。
§897οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν §898πρὸς τούσδε βωμούς, πάντʼ ἀναγκάσει λεὼν §899ἄνιππον ἱππότην τε θυμάτων ἄπο §900σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι §901μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί, §902ὡς μὴ παρέλθωσʼ αἱ κόραι, γέλως δʼ ἐγὼ §903ξένῳ γένωμαι τῷδε, χειρωθεὶς βίᾳ.
难道没有随从能尽快前往这些祭坛,强令所有的人,无论是骑兵还是步兵,中断祭祀,纵马疾驰,赶往行旅之人的两条大路汇合之处,以免那两名少女通过,也使我不致于被这个异乡人强力征服而沦为笑柄?
§904ἴθʼ, ὡς ἄνωγα, σὺν τάχει.
去吧,如我所命,快去。
至于这男人,如果我凭着他理应承受的愤怒来行事,伤指未动我也绝不放他从我的手里离开。
但现在,依照他自己携入此地的法律,他将被惩处,而绝非其他的法律。
因为你绝不能离开这片土地,直到你把那些女孩带回来,清清楚楚地立在我面前。
因为你的所作所为,既配不上我,也配不上你自己的出身,更配不上你的祖国。
§913ὅστις δίκαιʼ ἀσκοῦσαν εἰσελθὼν πόλιν §914κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτʼ ἀφεὶς §915τὰ τῆσδε τῆς γῆς κύριʼ, ὧδʼ ἐπεισπεσὼν §916ἄγεις θʼ ἃ χρῄζεις καὶ παρίστασαι βίᾳ, §917καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ §918ἔδοξας εἶναι κἄμʼ ἴσον τῷ μηδενί.
你进入了一个伸张正义、无视法律便一事无成的城邦,却弃这片土地的国法于不顾,像这样乱闯进来,夺走你想要的东西,用武力进行胁迫;你似乎认为我的城邦没有男人,或者是个奴隶,而我则等同于无物。