Humanitext Reader

索福克勒斯 · 俄狄浦斯在科罗诺斯 §671-768

科罗诺斯赞歌与克瑞翁劝说归国

第 9 段,共 21 段 · 希腊语

内容简介

在歌队赞美科罗诺斯的美景与雅典独一无二的恩赐时,底比斯的克瑞翁带着随从抵达。克瑞翁感叹奥狄浦斯的困境与安提戈涅的贫困,试图劝说他返回底比斯故土,但奥狄浦斯洞悉了他的狡猾企图,并开始予以激烈反驳。

§671ἁ λίγεια μινύρεται §672θαμίζουσα μάλιστʼ ἀηδὼν §673χλωραῖς ὑπὸ βάσσαις, §674τὸν οἰνωπὸν ἔχουσα κισσὸν §675καὶ τὰν ἄβατον θεοῦ §676φυλλάδα μυριόκαρπον ἀνήλιον §677ἀνήνεμόν τε πάντων §678χειμώνων· ἵνʼ ὁ βακχιώτας §679ἀεὶ Διόνυσος ἐμβατεύει §680θεαῖς ἀμφιπολῶν τιθήναις.
婉转歌唱的夜莺最常栖息于此,在绿色的山谷之下,居于那酒红色的常春藤和那神圣不可侵入的、结满果实、不见阳光且无风侵扰的丛林之中,免受一切暴风雨袭击;在此,狂欢的狄奥尼索斯总是漫步,伴随着哺育他的仙女们。
§681θάλλει δʼ οὐρανίας ὑπʼ ἄχνας §682ὁ καλλίβοτρυς κατʼ ἦμαρ ἀεὶ §683νάρκισσος, μεγάλαιν θεαῖν §684ἀρχαῖον στεφάνωμʼ, ὅ τε §685χρυσαυγὴς κρόκος·
在天降甘露的滋润下,结着美丽花簇的水仙每日总在盛开,这是两位伟大女神的古老花冠;还有闪耀金光的藏红花。
οὐδʼ ἄϋπνοι §686κρῆναι μινύθουσιν §687Κηφισοῦ νομάδες ῥεέθρων, §688ἀλλʼ αἰὲν ἐπʼ ἤματι §689ὠκυτόκος πεδίων ἐπινίσσεται §690ἀκηράτῳ σὺν ὄμβρῳ §691στερνούχου χθονός· οὐδὲ Μουσᾶν §692χοροί νιν ἀπεστύγησαν οὐδʼ ἁ §693χρυσάνιος Ἀφροδίτα.
那不眠的泉水,基菲索斯河漫溢的溪流,也从未减少,而是日复一日迅速孕育着生命,流经平原,带着纯净的雨露滋润着宽阔的大地;缪斯们的歌舞队不曾厌恶此地,那手执金鞭的阿佛洛狄忒也是如此。
§695ἔστιν δʼ οἷον ἐγὼ γᾶς Ἀσίας οὐκ ἐπακούω §696οὐδʼ ἐν τᾷ μεγάλᾳ Δωρίδι νάσῳ Πέλοπος πώποτε βλαστὸν §697φύτευμʼ ἀχείρωτον αὐτόποιον, §698ἐγχέων φόβημα δαΐων, §700ὃ τᾷδε θάλλει μέγιστα χώρᾳ, §701γλαυκᾶς παιδοτρόφου φύλλον ἐλαίας·
还有一种植物,我从未听说它生长在亚洲的土地上,也从未见于佩洛普斯那伟大的多利安岛屿:这是一种无法被征服、自生自长的植物,是敌军枪矛的克星,它在这片土地上最茂盛地生长,那便是灰绿色、孕育子孙的橄榄之树叶。
§702τὸ μέν τις οὐ νεαρὸς οὐδὲ γήρᾳ §703συνναίων ἁλιώσει χερὶ πέρσας· ὁ γὰρ αἰὲν ὁρῶν κύκλος §705λεύσσει νιν μορίου Διὸς §706χἀ γλαυκῶπις Ἀθάνα.
无论是年轻人,还是与晚年相伴的老者,都无法用毁灭之手使其消亡;因为那永恒注视的眼眸,守护神宙斯,以及那明眸的雅典娜,都在注视着它。
§707ἄλλον δʼ αἶνον ἔχω ματροπόλει τᾷδε κράτιστον §710δῶρον τοῦ μεγάλου δαίμονος, εἰπεῖν, χθονὸς αὔχημα μέγιστον, §711εὔιππον, εὔπωλον, εὐθάλασσον.
我还要为这座母邦献上另一项最伟大的赞美,这是伟大神明赐予的恩赐,是这片土地最大的骄傲,那便是:骏马之邦、良驹之乡、得天独厚的海疆。
§712ὦ παῖ Κρόνου, σὺ γάρ νιν εἰς §713τόδʼ εἷσας αὔχημʼ, ἄναξ Ποσειδάν, §715ἵπποισιν τὸν ἀκεστῆρα χαλινὸν §716πρώταισι ταῖσδε κτίσας ἀγυιαῖς.
噢,克罗诺斯之子,是你使它获得了这项骄傲,波塞冬国王啊,因为你发明了驯马的缰绳,并首次将它用于这里的街道。
§717ἁ δʼ εὐήρετμος ἔκπαγλʼ ἁλία χερσὶ παραπτομένα πλάτα §718θρῴσκει, τῶν ἑκατομπόδων §719Νηρῄδων ἀκόλουθος.
那顺手的、便于划动的船桨,在海浪中惊人地飞跃,紧随着那百足的涅瑞伊得斯仙女们。
§720ὦ πλεῖστʼ ἐπαίνοις εὐλογούμενον πέδον, §721νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη.
噢,饱受极高赞美的土地啊,现在该轮到你用行动来证实这些光辉的称赞了。
§722τί δʼ ἔστιν, ὦ παῖ, καινόν;
孩子,出了什么新情况?
§722aἆσσον ἔρχεται §723Κρέων ὅδʼ ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ.
正在靠近,克瑞翁正带着随从朝我们走来,父亲。
§724ὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶ §725φαίνοιτʼ ἂν ἤδη τέρμα τῆς σωτηρίας.
亲爱的长老们啊,愿从你们那里,向我展现出我得救的终点。
§726θάρσει, παρέσται· καὶ γὰρ εἰ γέρων ἐγώ, §727τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος.
放心吧,它会实现的;因为即便我已衰老,这片土地的力量也绝未衰老。
§728ἄνδρες χθονὸς τῆσδʼ εὐγενεῖς οἰκήτορες, §729ὁρῶ τινʼ ὑμᾶς ὀμμάτων εἰληφότας §730φόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου, §731ὃν μήτʼ ὀκνεῖτε μήτʼ ἀφῆτʼ ἔπος κακόν.
这片土地上高贵的居民们,我看到你们的双眼中因我的到来而流露出一种新近的恐惧;请既不要害怕它,也别口出恶言。
§732ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶ §733γέρων μέν εἰμι, πρὸς πόλιν δʼ ἐπίσταμαι §734σθένουσαν ἥκων, εἴ τινʼ Ἑλλάδος, μέγα.
因为我来此并非想要做什么危害之事,毕竟我已年迈,且深知自己来到了一座如果说希腊有什么强盛城邦,那便是这极其强盛的城邦。
§735ἀλλʼ ἄνδρα τόνδε τηλικόσδʼ ἀπεστάλην §736πείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον, §737οὐκ ἐξ ἑνὸς στείλαντος, ἀλλʼ ἀνδρῶν ὑπὸ §738πάντων κελευσθείς, οὕνεχʼ ἧκέ μοι γένει §739τὰ τοῦδε πενθεῖν πήματʼ εἰς πλεῖστον πόλεως.
相反,我虽已到这般年纪,却被派来劝说这个男人,让他跟随我回到卡德摩斯子民的平原;我非受一人派遣,而是受全体公民的托付,因为按亲属血缘,为他的苦难哀悼的责任,在城邦中最为主要地落在了我的身上。
§740ἀλλʼ ὦ ταλαίπωρʼ Οἰδίπους, κλύων ἐμοῦ §741ἱκοῦ πρὸς οἴκους.
所以,可怜的奥狄浦斯啊,听我的话,回到家园去吧。
πᾶς σε Καδμείων λεὼς §742καλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστʼ ἐγώ, §743ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυν §744κάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον, §745ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον, §746ἀεὶ δʼ ἀλήτην κἀπὶ προσπόλου μιᾶς §747βιοστερῆ χωροῦντα·
全体卡德摩斯子民都在合情合理地召唤你,而其中最渴望的人便是我;因为,除非我是人类中最邪恶的恶人,否则我最痛惜你的不幸,老人,看着你这个不幸的人,既是个异乡人,又总是四处流浪,只靠着一个女侍维持着贫困的生活前行。
τὴν ἐγὼ τάλας §748οὐκ ἄν ποτʼ ἐς τοσοῦτον αἰκίας πεσεῖν §749ἔδοξʼ, ὅσον πέπτωκεν ἥδε δύσμορος,
我这可怜的人,绝未想到她会落入如此巨大的屈辱深渊,正如这个不幸的姑娘如今所落入的一般。
§750ἀεί σε κηδεύουσα καὶ τὸ σὸν κάρα §751πτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμων §752ἔμπειρος, ἀλλὰ τοὐπιόντος ἁρπάσαι.
她一直照顾着你,侍奉你的身躯,过着乞丐般的生活,到了这般年纪,仍未经历婚姻,反而任由任何路过的人肆意抢夺。
§753ἆρʼ ἄθλιον τοὔνειδος, ὦ τάλας ἐγώ, §754ὠνείδισʼ εἰς σὲ κἀμὲ καὶ τὸ πᾶν γένος;
这难道不是一件悲惨的耻辱吗,啊,可怜的我,我竟然将它加诸于你、我和我们整个家族?
§755ἀλλʼ οὐ γὰρ ἔστι τἀμφανῆ κρύπτειν, σύ νιν §756πρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶ §757κρύψον, θελήσας ἄστυ καὶ δόμους μολεῖν §758τοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλως §759εἰπών· ἐπαξία γάρ· ἡ δʼ οἴκοι πλέον §760δίκῃ σέβοιτʼ ἄν, οὖσα σὴ πάλαι τροφός.
然而,既然无法隐瞒这显而易见的事实,你,凭着祖先的神明啊,奥狄浦斯,听从我的劝说,将这耻辱掩盖起来吧,自愿回到你祖先的城市和宫殿中去,对这城邦友好地告别;因为她配得上这份好意;但家乡的那座城邦,作为你古老的养育者,在正义上理应受到你更多的尊敬。
§761ὦ πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρων §762λόγου δικαίου μηχάνημα ποικίλον, §763τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλεις §764ἑλεῖν ἐν οἷς μάλιστʼ ἂν ἀλγοίην ἁλούς;
噢,你这什么都敢做,而且能从任何正直的论据中引出各种狡黠诡计的家伙,你为何要尝试这些,并企图第二次将我捕获,困于那些一旦被捕获我将痛苦万分的境地?
§765πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖς §766νοσοῦνθʼ, ὅτʼ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός, §767οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν· §768ἀλλʼ ἡνίκʼ ἤδη μεστὸς ἦ θυμούμενος
以前,当我正为自己家门内部的灾祸痛苦不堪、而能被逐出这片土地对我来说将是乐事时,我虽如此渴望,你却不愿赐予这恩惠;但是,当我早已满腔怒火……

词汇与语法注释

  1. 747τὴν ἐγὼ τάλας οὐκ ἄν ποτʼ ἐς τοσοῦτον αἰκίας πεσεῖν ἔδοξʼ — 宾格关系代词 τὴν 充当不定式 πεσεῖν 的逻辑主语。主句动词 ἔδοξα 在此处非无人称用法,而是第一人称主动语态(“我认为”),而 οὐκ ἄν ... ἔδοξα 则表达对过去的虚拟或“未曾料到”(“我绝不会想到”)。整句意为:“我这个可怜的人,绝未想到她会落入如此巨大的屈辱深渊”。
  2. 761κἀπὸ παντὸς ἂν φέρων — 分词 φέρων 与小词 ἄν 连用,表示潜在的可能性(“本可引出”)。它与名词化的 πάντα τολμῶν 并列,意为“一个(只要愿意)就能从任何正直论据中引出狡黠诡计的人”。

引用这一段

索福克勒斯, 俄狄浦斯在科罗诺斯 §671-768. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg007.humanitext-grc2:671-768

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。