Humanitext Reader

索福克勒斯 · 菲洛克忒忒斯 §332-412

涅奥普托勒摩斯假称武具遭夺与阿特雷斯兄弟的背叛

第 5 段,共 18 段 · 希腊语

内容简介

涅奥普托勒摩斯向斐罗克特底讲述了在父亲阿喀琉斯死后,他如何被奥德修斯等人带到特洛伊,却发现父亲的武具被不公地判给了奥德修斯。听完这番话,斐罗克特底坚信这是阿特雷斯兄弟和奥德修斯的阴谋,并痛斥他们的卑劣手段。

§332οἴμοι·
斐罗克特底:天哪!
φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω
在我不先了解这件事之前,请不要再往下说了。
§333πρῶτον τόδʼ, ἦ τέθνηχʼ ὁ Πηλέως γόνος;
佩琉斯之子真的死了吗?
§334τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δʼ ὕπο, §335τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς.
涅奥普托勒摩斯:他死了,并非死于任何人手,而是死于神明,听人们说,他是被福玻斯射杀击败的。
§336ἀλλʼ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών·
斐罗克特底:杀人者和被杀者都是高贵之人。
§337ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν §338πάθημʼ ἐλέγχω πρῶτον ἢ κεῖνον στένω.
但孩子啊,我左右为难,是该先询问你的苦难,还是该哀悼他。
§339οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σʼ, ὦ τάλας, §340ἀλγήμαθʼ, ὥστε μὴ τὰ τῶν πέλας στένειν.
涅奥普托勒摩斯:可怜的人啊,我认为你自己的痛苦对你来说已经足够了,无需再为邻人的痛苦而哀伤。
§341ὀρθῶς ἔλεξας·
斐罗克特底:你说的对。
τοιγαροῦν τὸ σὸν φράσον §342αὖθις πάλιν μοι πρᾶγμʼ, ὅτῳ σʼ ἐνύβρισαν.
因此,请再次向我讲述你的事情,他们是如何侮辱你的。
§343ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα §344δῖός τʼ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός,
涅奥普托勒摩斯:他们乘着一艘装饰华丽的船来接我,尊贵的奥德修斯和我父亲的抚养者。
§345λέγοντες, εἴτʼ ἀληθὲς εἴτʼ ἄρʼ οὖν μάτην, §346ὡς οὐ θέμις γίγνοιτʼ, ἐπεὶ κατέφθιτο §347πατὴρ ἐμός, τὰ πέργαμʼ ἄλλον ἤ μʼ ἑλεῖν.
他们说——无论是真话还是虚伪的说辞—— 说既然我的父亲已经去世,除了我之外,任何人都不能夺取特洛伊的城堡。
§348ταῦτʼ, ὦ ξένʼ, οὕτως ἐννέποντες οὐ πολὺν §349χρόνον μʼ ἐπέσχον μή με ναυστολεῖν ταχύ, §350μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ, §351ὅπως ἴδοιμʼ ἄθαπτον· οὐ γὰρ εἰδόμην·
异邦人啊,他们这样说,并没有让我耽搁太久而未能尽快出航,这主要是出于对死者的思念,好让我能见到他未入土的遗体——因为我从未见过。
§352ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν, §353εἰ τἀπὶ Τροίᾳ πέργαμʼ αἱρήσοιμʼ ἰών.
此外,还有美妙的诺言相随:如果我去的话,我将会夺取特洛伊的城池。
§354ἦν δʼ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι, §355κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ §356κατηγόμην·
在我航行的第二天,我乘着顺风,划着桨驶向了令人痛恨的西盖翁。
καί μʼ εὐθὺς ἐν κύκλῳ στρατὸς §357ἐκβάντα πᾶς ἠσπάζετʼ, ὀμνύντες βλέπειν §358τὸν οὐκέτʼ ὄντα ζῶντʼ Ἀχιλλέα πάλιν.
我一登岸,全军立刻围上来欢迎我,并发誓说,他们仿佛看见了那位已不在人世的阿喀琉斯再次复活。
§359κεῖνος μὲν οὖν ἔκειτʼ·
那位已经长眠。
ἐγὼ δʼ ὁ δύσμορος §360ἐπεὶ ʼδάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ §361ἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν, §362τά θʼ ὅπλʼ ἀπῄτουν τοῦ πατρὸς τά τʼ ἄλλʼ ὅσʼ ἦν.
而我这个不幸的人,在为他哭泣之后,没过多久,便前往阿特雷斯兄弟那里,像对待朋友一样,因为这是理下当然的,我要求归还父亲的武具和所有其他的遗物。
§363οἱ δʼ εἶπον, οἴμοι, τλημονέστατον λόγον·
但他们却说——天哪!
§364ὦ σπέρμʼ Ἀχιλλέως, τἄλλα μὲν πάρεστί σοι §365πατρῷʼ ἑλέσθαι, τῶν δʼ ὅπλων κείνων ἀνὴρ §366ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος.
——最冷酷无情的话: “阿喀琉斯之子啊,你父亲的其他遗产你都可以继承,但那些武具,如今已由另一个男人掌管,那就是拉厄耳忒斯之子。
§367κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι §368ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω· §369ὦ σχέτλιʼ, ἦ ʼτολμήσατʼ ἀντʼ ἐμοῦ τινι §370δοῦναι τὰ τεύχη τἀμά, πρὶν μαθεῖν ἐμοῦ;
” 我流着泪立刻怀着满腔怒火站起来,极其痛苦地说道: “无情的人啊,你们怎敢在不先征得我同意的情况下,把我的武具送给别人代替我?
§371ὁ δʼ εἶπʼ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ, §372ναί, παῖ, δεδώκασʼ ἐνδίκως οὗτοι τάδε·
” 而奥德修斯在一旁(因为他刚好在场)说道: “是的,孩子,他们这样做是公正的。
§373ἐγὼ γὰρ αὔτʼ ἔσωσα κἀκεῖνον παρών.
因为当时我在场,救了那武具和他的遗体。
§374κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς §375τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος, §376εἰ τἀμὰ κεῖνος ὅπλʼ ἀφαιρήσοιτό με.
” 我怒火中烧,立刻用各种恶毒的话语痛斥他,毫不留情,如果他真的要夺走我的武具。
§377ὁ δʼ ἐνθάδʼ ἥκων, καίπερ οὐ δύσοργος ὤν, §378δηχθεὶς πρὸς ἁξήκουσεν ὧδʼ ἠμείψατο· §379οὐκ ἦσθʼ ἵνʼ ἡμεῖς, ἀλλʼ ἀπῆσθʼ ἵνʼ οὔ σʼ ἔδει·
但他来到这里,虽然本来不是个易怒的人,被他听到的那些话所激怒,这样回敬道: “你不在我们所在的地方,却待在你本不该待的地方。
§380καὶ ταῦτʼ, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν, §381οὐ μήποτʼ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων.
既然你如此口出狂言,你就绝不可能带着这些武具驶回斯库罗斯。
§382τοιαῦτʼ ἀκούσας κἀξονειδισθεὶς κακὰ §383πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος §384πρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως.
” 听到了如此恶毒和侮辱的话,我正驶向家乡,却失去了我自己的东西,败在那个最卑鄙且由卑鄙者所生的奥德修斯手下。
§385κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει·
但我不怪他,而是怪那些掌权者。
§386πόλις γάρ ἐστι πᾶσα τῶν ἡγουμένων §387στρατός τε σύμπας·
因为整个城邦以及整个军队都属于他们的领导者。
οἱ δʼ ἀκοσμοῦντες βροτῶν §388διδασκάλων λόγοισι γίγνονται κακοί.
而那些不守规矩的凡人则是因教师的言论而变坏的。
§389λόγος λέλεκται πᾶς·
我的话已全部说完。
ὁ δʼ Ἀτρείδας στυγῶν §390ἐμοί θʼ ὁμοίως καὶ θεοῖς εἴη φίλος.
愿憎恨阿特雷斯兄弟的人成为我以及神明共同的朋友。
§391ὀρεστέρα παμβῶτι Γᾶ, μᾶτερ αὐτοῦ Διός, §392ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις, §395σὲ κἀκεῖ, μᾶτερ πότνιʼ, ἐπηυδώμαν, §396ὅτʼ ἐς τόνδʼ Ἀτρειδᾶν ὕβρις πᾶσʼ ἐχώρει, §397ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν,
歌队:山林中哺育万物的大地啊,宙斯本尊的母亲,统治着流淌着黄金的帕克托罗斯大川的女神,尊贵的母亲啊,在那个地方我也曾呼唤你,当阿特雷斯兄弟所有的侮辱都加在这孩子身上时,当他们移交他父亲的武具时。
§400ἰὼ μάκαιρα ταυροκτόνων §401λεόντων ἔφεδρε, τῷ Λαρτίου §402σέβας ὑπέρτατον.
噢,坐在斩牛的狮子之上的神圣母亲啊,当拉厄耳忒斯之子获得至高无上的荣耀时。
§403ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς §404λύπης πρὸς ἡμᾶς, ὦ ξένοι, πεπλεύκατε,
斐罗克特底:异邦人们,看来你们来到这里,带着与我们相通的痛苦的明显凭证。
§405καί μοι προσᾴδεθʼ ὥστε γιγνώσκειν ὅτι §406ταῦτʼ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως.
你们的话与我的遭遇产生了共鸣,使我明白这些事确实是阿特雷斯兄弟和奥德修斯的所作所为。
§407ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ §408γλώσσῃ θιγόντα καὶ πανουργίας, ἀφʼ ἧς §409μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν.
因为我深知他的舌头会触碰一切邪恶的言语,做出各种奸诈之举,从这些勾当里他绝不会想要带来任何最终的正义。
§410ἀλλʼ οὔ τι τοῦτο θαῦμʼ ἔμοιγʼ, ἀλλʼ εἰ παρὼν §411Αἴας ὁ μείζων ταῦθʼ ὁρῶν ἠνείχετο.
但这对我来说一点也不值得奇怪,奇怪的是,当时在场的大埃阿斯看到这一切,竟然能忍受下去。
§412οὐκ ἦν ἔτι ζῶν, ὦ ξένʼ·
涅奥普托勒摩斯:异邦人啊,他已经不活在人世了。
οὐ γὰρ ἄν ποτε
如果他还活着,绝不会……

词汇与语法注释

  1. §332πρὶν ἂν μάθω — 否定主句(μὴ πέρα)后接 πρίν + ἄν + 虚拟语气(μάθω)的句式,表示“在……之前(不……)”的限定条件。
  2. §334ἀνδρὸς οὐδενός, θεοῦ δʼ ὕπο — 介词 ὕπο (ὑπό) 虽然置于末尾的 θεοῦ 之后(伴随重音后退的介词倒装 anastrophe),但也同时作用于与之并列的前一个名词短语 ἀνδρὸς οὐδενός,表示施事者。
  3. §349μή με ναυστολεῖν ταχύ — 在含有阻碍、阻止等意义的动词 ἐπέσχον(源自 ἐπέχω)之后,接带有起赘余否定作用的否定词 μή 的不定式短语,在语义上表示“并没有阻碍我快速航行”。
  4. §350τοῦ θανόντος ἱμέρῳ — 属格 τοῦ θανόντος 在此作为名词 ἱμέρῳ(思念、渴望)的宾格性属格(“对死者的思念”)。
  5. §354πλέοντί μοι — 现在分词与格 πλέοντί μοι 是表示动作主体(我)时间流逝的“关系与格”(或时间与格),意为“在我航行时(已经是第二天了)”。
  6. §376εἰ τἀμὰ κεῖνος ὅπλʼ ἀφαιρήσοιτό με — 动词 ἀφαιρέομαι(夺取)支配“人(με)”和“物(τἀμὰ ὅπλʼ)”的双宾格。条件句从句中的将来希求语气(ἀφαιρήσοιτό)呼应过去时主句的叙述(ἤρασσον),表示过去将来的间接引语。
  7. §381οὐ μήποτʼ ἐκπλεύσῃς — οὐ μή + 过去虚拟语气(此处为 aorist 虚拟语气 ἐκπλεύσῃς)的句式,表示对未来的强烈否定断言(“你绝不可能驶出”)。
  8. §408ἀφʼ ἧς — 带介词 ἀπό 的关系代名词属格阴性单数 ἧς,其先行词是前句的 πανουργίας(奸诈、恶事),表示手段或来源(“由此……”)。后续的希求语气 μέλλοι 是受过去语境影响的斜格希求语气。

引用这一段

索福克勒斯, 菲洛克忒忒斯 §332-412. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg006.humanitext-grc2:332-412

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。