Humanitext Reader

索福克勒斯 · 菲洛克忒忒斯 §413-486

哀悼战友之死与恳求带其归乡

第 6 段,共 18 段 · 希腊语

内容简介

斐罗克特底哀叹大埃阿斯与帕特罗克洛斯等贤人的逝去,而泰尔西特斯和奥德修斯等恶人却依然在世。当涅奥普托勒摩斯准备离去时,斐罗克特底极其悲痛地恳求对方将自己带上船并送回故乡。

§413ζῶντός γʼ ἐκείνου ταῦτʼ ἐσυλήθην ἐγώ.
如果他还活着,我绝不会被剥夺这些东西。
§414πῶς εἶπας;
斐罗克特底:你怎么说?
ἀλλʼ ἦ χοὖτος οἴχεται θανών;
难道他也已经死去,不复存在了吗?
§415ὡς μηκέτʼ ὄντα κεῖνον ἐν φάει νόει.
涅奥普托勒摩斯:你就当他已经不再活在光芒之中。
§416οἴμοι τάλας.
斐罗克特底:哀哉,我真不幸。
ἀλλʼ οὐχ ὁ Τυδέως γόνος §417οὐδʼ οὑμπολητὸς Σισύφου Λαερτίῳ, §418οὐ μὴ θάνωσι· τούσδε γὰρ μὴ ζῆν ἔδει.
然而,狄丢斯之子,以及被西西弗斯卖给拉厄耳忒斯的那个家伙,他们绝不会死;因为他们才是本不该活着的人。
§419οὐ δῆτʼ· ἐπίστω τοῦτό γʼ· ἀλλὰ καὶ μέγα §420θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ.
涅奥普托勒摩斯:确实没有死,你且记住这一点;而且他们如今在阿耳戈斯人的军队里正大势发展,如日中天。
§421τί δʼ; οὐ παλαιὸς κἀγαθὸς φίλος τʼ ἐμός, §422Νέστωρ ὁ Πύλιος, ἔστιν;
斐罗克特底:那么,我那古老而善良的朋友,庇罗斯的涅斯托尔,他还活着吗?
οὗτος γὰρ τά γε §423κείνων κάκʼ ἐξήρυκε, βουλεύων σοφά.
因为他曾以睿智的良策,阻拦了他们行恶。
§424κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν §425Ἀντίλοχος αὐτῷ φροῦδος, ὃς παρῆν, γόνος.
涅奥普托勒摩斯:他如今境遇甚惨,因为他的儿子安提洛科斯已经死去了,那个曾经陪伴在他身边的孩子。
§426οἴμοι, δύʼ αὖ τώδʼ ἄνδρʼ ἔλεξας, οἷν ἐγὼ §427ἥκιστʼ ἂν ἠθέλησʼ ὀλωλότοιν κλύειν.
斐罗克特底:哀哉! 你又提到了这两个人,我最不愿听到他们死讯的人。
§428φεῦ φεῦ·
呜呼!
τί δῆτα δεῖ σκοπεῖν, ὅθʼ οἵδε μὲν §429τεθνᾶσʼ, Ὀδυσσεὺς δʼ ἔστιν αὖ κἀνταῦθʼ ἵνα §430χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν;
当这些贤人已经逝去,而奥德修斯却依然在世,在那个本该由他替代他们被称为尸体的地方,我们又当如何思考?
§431σοφὸς παλαιστὴς κεῖνος· ἀλλὰ χαἰ σοφαὶ §432γνῶμαι, Φιλοκτῆτʼ, ἐμποδίζονται θαμά.
涅奥普托勒摩斯:他是个狡黠的对手;然而,即便是聪明的计策,斐罗克特底啊,也常常会遭到阻碍。
§433φέρʼ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι §434Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα;
斐罗克特底:向神明起誓,请告诉我,那时对你而言,帕特罗克洛斯身在何处? 他可是你父亲最宠爱的人啊。
§435χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ σʼ ἐν βραχεῖ §436τοῦτʼ ἐκδιδάξω· πόλεμος οὐδένʼ ἄνδρʼ ἑκὼν §437αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.
涅奥普托勒摩斯:他也已经死了;我用简短的话向你说明这一点:战争绝不会自愿夺去恶人的生命,却总是夺去好人。
§438ξυμμαρτυρῶ σοι· καὶ κατʼ αὐτὸ τοῦτό γε §439ἀναξίου μὲν φωτὸς ἐξερήσομαι, §440γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ.
斐罗克特底:我为你作证;正因如此,我要问起一个不值一提的人,一个舌头厉害、诡计多端的人,如今境况如何。
§441ποίου δὲ τούτου πλήν γʼ Ὀδυσσέως ἐρεῖς;
涅奥普托勒摩斯:除了奥德修斯,你还能是指谁呢?
§442οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν,
斐罗克特底:我不是指他。
§443ὃς οὐκ ἂν εἵλετʼ εἰσάπαξ εἰπεῖν, ὅπου §444μηδεὶς ἐῴη·
曾有一个叫泰尔西特斯的人,他从不满足于只说一次,甚至在无人允许他说话时也喋喋不休。
τοῦτον οἶσθʼ εἰ ζῶν κυρεῖ;
你知道他是否还活着吗?
§445οὐκ εἶδον αὐτόν, ᾐσθόμην δʼ ἔτʼ ὄντα νιν.
涅奥普托勒摩斯:我没见过他,但听说他依然活着。
§446ἔμελλʼ·
斐罗克特底:那是自然。
ἐπεὶ οὐδέν πω κακόν γʼ ἀπώλετο, §447ἀλλʼ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες, §448καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ §449χαίρουσʼ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ §450δίκαια καὶ τὰ χρήστʼ ἀποστέλλουσʼ ἀεί.
因为邪恶之物从未消亡,神明总是将它们精心庇护,甚至乐于将那些奸诈刁钻之辈从冥府召回,却总是将正直和善良的人送入黄泉。
§451ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δʼ αἰνεῖν, ὅταν §452τὰ θεῖʼ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς;
当我赞美神明的事迹,却发现神明本身如此邪恶时,该如何看待这些事,又该如何赞美他们?
§453ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός, §454τὸ λοιπὸν ἤδη τηλόθεν τό τʼ Ἴλιον §455καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι· §456ὅπου δʼ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένει §457κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ, §458τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ·
涅奥普托勒摩斯:依我之见,噢,俄塔山父亲的孩子啊,从今往后,我将远远地避开伊利翁和阿特雷斯兄弟,保持警惕;在那恶人势力胜过好人、善良之物消亡而懦夫掌权的地方,我绝不会喜爱那些人。
§459ἀλλʼ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι §460ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ.
相反,多石的斯库罗斯岛已足够让我从今以后在家里自得其乐。
§461νῦν δʼ εἶμι πρὸς ναῦν·
如今我要去船上了。
καὶ σύ, Ποίαντος τέκνον, §462χαῖρʼ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονες §463νόσου μεταστήσειαν, ὡς αὐτὸς θέλεις.
而你,波亚斯之子啊,祝你安好,愿你获得最大的安康;愿神明让你摆脱这病痛,如你所愿。
§464ἡμεῖς δʼ ἴωμεν, ὡς ὁπηνίκʼ ἂν θεὸς §465πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθʼ ὁρμώμεθα.
让我们走吧,这样一旦神明恩赐我们航行,我们便可立刻启程。
§466ἤδη, τέκνον, στέλλεσθε;
斐罗克特底:孩子,你这就要走了吗?
§466aκαιρὸς γὰρ καλεῖ §467πλοῦν μὴ ʼξ ἀπόπτου μᾶλλον ἢ ʼγγύθεν σκοπεῖν.
涅奥普托勒摩斯:是的,因为时机正催促我们应该近处而不是远处观察航行的时机。
§468πρός νύν σε πατρὸς πρός τε μητρός, ὦ τέκνον, §469πρός τʼ εἴ τί σοι κατʼ οἶκόν ἐστι προσφιλές, §470ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μʼ οὕτω μόνον, §471ἔρημον ἐν κακοῖσι τοῖσδʼ οἵοις ὁρᾷς §472ὅσοισί τʼ ἐξήκουσας ἐνναίοντά με·
斐罗克特底:那么,孩子啊,看在你父亲和母亲的份上,也看在你家中对你而言珍贵的一切份上,我作为哀求者请求你,不要把我这样独自留下,孤苦伶仃地留在我这些你所见到的,以及你听说我所承受的苦难之中。
§473ἀλλʼ ἐν παρέργῳ θοῦ με.
请顺便把我带走吧。
δυσχέρεια μέν, §474ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος· §475ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι §476τό τʼ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές.
我知道,运送这具病体是一件极其麻烦的事;但请你忍耐一下;对于高贵的人来说,卑劣的行径是憎恶的,而善良的作为则是荣耀。
§477σοὶ δʼ ἐκλιπόντι τοῦτʼ ὄνειδος οὐ καλόν, §478δράσαντι δʼ, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας, §479ἐὰν μόλω ʼγὼ ζῶν πρὸς Οὐταίαν χθόνα.
如果你舍弃我,这将给你带来极不名誉的耻辱;但如果你做了,孩子,你将获得至高无上的光荣奖赏,只要我能活着回到俄塔的大地。
§480ἴθʼ·
去吧!
ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς.
这不过是连一整天都不到的劳顿。
§481τόλμησον.
下定决心吧。
ἐμβαλοῦ μʼ ὅπῃ θέλεις ἄγων, §482εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύμνην, ὅποι §483ἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν.
把我扔到你想带我去的任何地方,无论是船底、船头、还是船尾,只要是最不容易让同船者感到厌烦的地方。
§484νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς ἱκεσίου, τέκνον, §485πείσθητι·
应允我吧,看在庇护哀求者的宙斯份上,孩子,听从我的劝说吧。
προσπίτνω σε γόνασι, καίπερ ὢν §486ἀκράτωρ ὁ τλήμων, χωλός.
我向你下跪,尽管我虚弱无力、命运悲惨且是个跛子。
ἀλλὰ μή μʼ ἀφῇς
但是,请不要抛弃我……

词汇与语法注释

  1. §413ζῶντός γʼ ἐκείνου — 属格独立结构。承接第412行中的 οὐ γὰρ ἄν ποτε(“绝不会……”),表示与过去事实相反的虚拟条件(“如果他还活着的话”)。
  2. §418οὐ μὴ θάνωσι — 由 οὐ μή 配合虚拟语气构成的表示强烈否定语气的将来时表达(“绝不会死”)。
  3. §418τούσδε γὰρ μὴ ζῆν ἔδει — 非人称动词的过去时 ἔδει 结合否定词 μὴ 及不定式(ζῆν),表示对当前事实的不满与谴责(“他们本不该活着[但实际上还活着]”)。
  4. §432ἐμποδίζονται — 主语为 αἱ σοφαὶ γνῶμαι(“聪明的计策”)。动词为被动语态,意为“受到阻碍”或“被绊倒”,暗示尽管奥德修斯是一个狡黠的阴谋家,其计谋也并非总能得逞。
  5. §443ὅπου μηδεὶς ἐῴη — 在 ὅπου 引导的关系从句中使用愿望语气动词 ἐῴη,表示条件性或一般反复发生的情况(“即使在无人允许他[说话]的情况下”)。
  6. §473ἐν παρέργῳ θοῦ με — 副词性短语 ἐν παρέργῳ(“作为附加物”)与动词 τίθημι 的命令式 θοῦ 及其宾语 με 结合,字面意思是“把我当作顺带的工作”(即“请顺便把我带上船”)。

引用这一段

索福克勒斯, 菲洛克忒忒斯 §413-486. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg006.humanitext-grc2:413-486

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。