Humanitext Reader

索福克勒斯 · 菲洛克忒忒斯 §254-331

斐罗克特底自述遭弃苦难与涅奥普托勒摩斯的应和

第 4 段,共 18 段 · 希腊语

内容简介

斐罗克特底讲述了自己被阿特雷斯兄弟和奥德修斯遗弃在荒岛上,十年来饱受病痛与饥饿折磨的悲惨遭遇。对此,涅奥普托勒摩斯也透露自己对这些领袖怀有强烈的愤怒与怨恨。

§254ὦ πόλλʼ ἐγὼ μοχθηρός, ὦ πικρὸς θεοῖς, §255οὗ μηδὲ κληδὼν ὧδʼ ἔχοντος οἴκαδε §256μηδʼ Ἑλλάδος γῆς μηδαμοῦ διῆλθέ που.
啊,我多么悲惨,多么为神明所痛恨,在这个境遇下的我的名声,既没有传到家乡,也没有传到希腊土地的任何地方。
§257ἀλλʼ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ §258γελῶσι σῖγʼ ἔχοντες, ἡ δʼ ἐμὴ νόσος §259ἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται.
然而,那些不义地遗弃了我的人,在一旁默默地嘲笑,而我的疾病却始终在蔓延,并且日益严重。
§260ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως, §261ὅδʼ εἴμʼ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως §262τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων, §263ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ
啊,孩子,啊,阿喀琉斯之子,你面前的这个人就是我,你或许曾听说过,我是赫拉克勒斯武器的主人,波阿斯之子斐罗克特底。
§264δισσοὶ στρατηγοὶ χὠ Κεφαλλήνων ἄναξ §265ἔρριψαν αἰσχρῶς ὧδʼ ἔρημον, ἀγρίᾳ §266νόσῳ καταφθίνοντα, τῆς ἀνδροφθόρου §267πληγέντʼ ἐχίδνης ἀγρίῳ χαράγματι·
那两位将军和凯法勒尼亚人的国王卑劣地将我抛弃在这里,任由我被那残暴的疾病折磨得形销骨立,被那杀人的毒蛇的狂暴噬咬所伤。
§268ξὺν ᾗ μʼ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε §269ᾤχοντʼ ἔρημον, ἡνίκʼ ἐκ τῆς ποντίας §270Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ.
孩子啊,他们带着这病痛把我抛弃在这里,便径自离去,当时他们正从海上的克律塞乘着船队靠岸到这里。
§271τότʼ ἄσμενοί μʼ ὡς εἶδον ἐκ πολλοῦ σάλου §272εὕδοντʼ ἐπʼ ἀκτῆς ἐν κατηρεφεῖ πέτρᾳ, §273λιπόντες ᾤχονθʼ, οἷα φωτὶ δυσμόρῳ §274ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς §275ἐπωφέλημα σμικρόν, οἷʼ αὐτοῖς τύχοι.
当时,他们高兴地看到我因长途颠簸而在岸边覆盖着岩石的岩洞中熟睡,便将我丢下离去,像对待一个不幸的人那样,只留下了少许破衣烂衫和一点点食物,愿同样的遭遇也降临到他们身上!
§276σὺ δή, τέκνον, ποίαν μʼ ἀνάστασιν δοκεῖς §277αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;
孩子啊,你且想想,当他们离去之后,我从睡梦中醒来时,面临的是怎样的惊恐?
§278ποῖʼ ἐκδακρῦσαι, ποῖʼ ἀποιμῶξαι κακά;
我流了多少眼泪,又为怎样的不幸而哀嚎!
§279ὁρῶντα μὲν ναῦς, ἃς ἔχων ἐναυστόλουν, §280πάσας βεβώσας, ἄνδρα δʼ οὐδένʼ ἔντοπον, §281οὐχ ὅστις ἀρκέσειεν οὐδʼ ὅστις νόσου §282κάμνοντι συλλάβοιτο· πάντα δὲ σκοπῶν §283ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν, §284τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον.
当我看到我曾乘过的那些船只全都已经离去,而此地没有一个人,既没有人来帮助我,也没有人能在我因病痛苦时给予照料;我环顾四周,发现除了痛苦之外一无所有,而这痛苦,孩子啊,倒是多得无边无际。
§285ὁ μὲν χρόνος δὴ διὰ χρόνου προύβαινέ μοι, §286κἄδει τι βαιᾷ τῇδʼ ὑπὸ στέγῃ μόνον §287διακονεῖσθαι.
就这样,时光一天天在我的身上流逝,我不得不在这狭窄的屋檐下,独自一人打理自己的一切。
γαστρὶ μὲν τὰ σύμφορα §288τόξον τόδʼ ἐξηύρισκε, τὰς ὑποπτέρους §289βάλλον πελείας· πρὸς δὲ τοῦθʼ, ὅ μοι βάλοι §290νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας §291εἰλυόμην, δύστηνον ἐξέλκων πόδα, §292πρὸς τοῦτʼ ἄν· εἴ τʼ ἔδει τι καὶ ποτὸν λαβεῖν, §293καί που πάγου χυθέντος, οἷα χείματι, §294ξύλον τι θραῦσαι, ταῦτʼ ἂν ἐξέρπων τάλας §295ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν, §296ἀλλʼ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις §297ἔφηνʼ ἄφαντον φῶς, ὃ καὶ σῴζει μʼ ἀεί.
为了填饱肚子,这把弓为我射落了有翼的鸽子;不仅如此,凡是那拉满弦的箭矢所射中的猎物,我都不得不自己,拖着我那残废的脚,悲惨地爬过去,向它靠近;如果我需要取水饮用,或者在冬天冰霜凝结的时候,去劈一些柴火,我也只能艰难地爬出去,设法做到这些;那时如果生不起火,我便在石头间费力地摩擦石头,终于点燃隐蔽的火光,正是它一直保全了我的性命。
§298οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα §299πάντʼ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.
因为,只要有了火,这个有人居住的住所便能提供一切,除了让我免于病痛。
§300φέρʼ, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς.
来吧,孩子,现在你也来了解一下这座岛的情况。
§301ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών· §302οὐ γάρ τις ὅρμος ἔστιν οὐδʼ ὅποι πλέων §303ἐξεμπολήσει κέρδος ἢ ξενώσεται.
没有一个船员会自愿靠近这里;因为没有港口,也没有什么地方能让人通过贸易获利或得到款待。
§304οὐκ ἐνθάδʼ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν.
明智的凡人不会航行到这里。
§305τάχʼ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε §306ἐν τῷ μακρῷ γένοιτʼ ἂν ἀνθρώπων χρόνῳ·
或许有人被迫靠岸;因为在漫长的人类岁月里,这样的事情很可能会发生。
§307οὗτοί μʼ, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις §308ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος §309προσέδοσαν οἰκτίραντες ἤ τινα στολήν·
这些人一旦来到这里,孩子啊,他们在言语上确实怜悯我,有时出于同情也会给我一点食物,或是分一些衣服。
§310ἐκεῖνο δʼ οὐδείς, ἡνίκʼ ἂν μνησθῶ, θέλει, §311σῶσαί μʼ ἐς οἴκους, ἀλλʼ ἀπόλλυμαι τάλας §312ἔτος τόδʼ ἤδη δέκατον ἐν λιμῷ τε καὶ §313κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.
但那件事,每当我提起时,却没人愿意做,那就是把我救送回家,于是我只能在这里悲惨地等死,这已经是第十个年头,在饥饿和苦难中,喂养着我这贪婪的疾病。
§314τοιαῦτʼ Ἀτρεῖδαί μʼ ἥ τʼ Ὀδυσσέως βία, §315ὦ παῖ, δεδράκασʼ, οἷʼ Ὀλύμπιοι θεοὶ §316δοῖέν ποτʼ αὐτοῖς ἀντίποινʼ ἐμοῦ παθεῖν.
孩子啊,阿特雷斯之子和强悍的奥德修斯,对我做出了这样的恶行,愿奥林匹斯的众神有朝一日能赐予他们同样的痛苦,作为对我的报偿。
§317ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα §318ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον.
歌队:我也似乎和那些到来的客人一样同情你,波阿斯之子。
§319ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις, §320ὡς εἴσʼ ἀληθεῖς οἶδα, συντυχὼν κακῶν §321ἀνδρῶν Ἀτρειδῶν τῆς τʼ Ὀδυσσέως βίας.
涅奥普托勒摩斯:我自己也是这些话的见证人,深知它们是真实的,因为我曾遭遇过那些恶人——阿特雷斯之子和强悍的奥德修斯。
§322ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις §323ἔγκλημʼ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών;
斐罗克特底:什么,难道你也对那些十恶不赦的阿特雷斯之子心怀怨恨,因所受的遭遇而愤怒吗?
§324θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε, §325ἵνʼ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θʼ ὅτι §326χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ.
涅奥普托勒摩斯:但愿有一天能亲手发泄我的怒火,好让迈锡尼和斯巴达知道,斯库罗斯也是孕育勇士的母亲。
§327εὖ γʼ, ὦ τέκνον·
斐罗克特底:说得好,孩子!
τίνος γὰρ ὧδε τὸν μέγαν §328χόλον κατʼ αὐτῶν ἐγκαλῶν ἐλήλυθας;
你是因为什么事控诉他们,怀着如此巨大的愤怒来到这里的?
§329ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δʼ ἐρῶ, §330ἅγωγʼ ὑπʼ αὐτῶν ἐξελωβήθην μολών.
涅奥普托勒摩斯:波阿斯之子啊,我会告诉你的,尽管说起来极为艰难,我前去之后受到他们怎样的凌辱。
§331ἐπεὶ γὰρ ἔσχε μοῖρʼ Ἀχιλλέα θανεῖν,
因为,当阿喀琉斯迎来了死亡的命运,

词汇与语法注释

  1. 255οὗ μηδὲ κληδὼν — 关系代名词 οὗ(属格)指代前文的第一人称代词 ἐγώ。ὧδʼ ἔχοντος 是与之对应的一致属格分词,整体构成“处于此种境遇下的我,甚至连名声也……”的结构。
  2. 276ποίαν μʼ ἀνάστασιν δοκεῖς αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε; — αὐτῶν βεβώτων 是属格独立结构,表示希腊人的离去。ποίαν ἀνάστασιν 是不及物不定式 στῆναι(起立、醒来)的同族宾语,意为“经历了怎样的醒来”。δοκεῖς 则是插入语,表示“你认为……吗?”。
  3. 290αὐτὸς ἂν τάλας εἰλυόμην — 助词 ἂν 与未完成过去直陈式(εἰλυόμην)结合,表示过去反复或习惯性的动作(“我常常爬过去”)。这与前句的 ὅ μοι βάλοι(无 ἂν 的祈愿式,表示过去的一般性条件或反复)相呼应,生动地描绘了他在困境中每日重复的挣扎。
  4. 300μάθῃς — 在劝诱词 φέρε(来吧)之后使用第二人称单数虚拟式(μάθῃς)是较为罕见的用法,通常它会接第一人称虚拟式。在这里,它起到了缓和命令语气的作用,用以吸引对方的注意力,意为“请你了解/听一听”。

引用这一段

索福克勒斯, 菲洛克忒忒斯 §254-331. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg006.humanitext-grc2:254-331

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。