Humanitext Reader

索福克勒斯 · 俄狄浦斯王 §80-157

克瑞翁传达神谕与俄狄浦斯的誓言

第 2 段,共 19 段 · 希腊语

内容简介

克瑞翁从阿波罗神庙归来,传达了惩罚先王赖厄斯凶手以净化国家的生命神谕。俄狄浦斯誓言查明真相并进行复仇,合唱团则歌唱了对神谕降临的敬畏与战栗之情。

§80ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ §81σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι
阿波罗主啊,愿他伴着某种带来救赎的幸运而至,如他的眼眸般明亮!
§82ἀλλʼ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα §83πολυστεφὴς ὧδʼ εἷρπε παγκάρπου δάφνης.
但据推测,他是带喜讯来的;否则,他便不会像这样,头上戴满结满果实的月桂冠走来。
§84τάχʼ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν.
我们很快就会知道;因为他的距离已经足够听见我们说话。
§85ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως, §86τίνʼ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;
主啊,我的内兄,墨诺伊克斯之子,你带给我们神明的什么神谕?
§87ἐσθλήν·
吉兆。
λέγω γὰρ καὶ τὰ δύσφορʼ, εἰ τύχοι §88κατʼ ὀρθὸν ἐξελθόντα, πάντʼ ἂν εὐτυχεῖν.
因为我说,即使是难以承受的事,如果碰巧能得到正确的解决,一切都会变得幸运。
§89ἔστιν δὲ ποῖον τοὔπος;
那话语究竟是什么?
οὔτε γὰρ θρασὺς §90οὔτʼ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.
因为听了你刚才的话,我既没有感到胆大,也没有预先感到恐惧。
§91εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν, §92ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.
如果你希望在这些站立在旁的人面前听取,我随时可以奉告,或者也可以一同进屋去。
§93ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω §94τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι.
向所有人宣告吧;因为比起我自己的灵魂,我更承受着这些人的悲痛。
§95λέγοιμʼ ἂν οἷʼ ἤκουσα τοῦ θεοῦ πάρα.
那么我就把从神明那里听来的话说了。
§96ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ §97μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ §98ἐν τῇδʼ, ἐλαύνειν μηδʼ ἀνήκεστον τρέφειν.
福玻斯主上显明地命令我们,要把在这个国家、在这片土地上滋生出来的污秽驱逐出去,不要任由其滋长到无可救药的地步。
§99ποίῳ καθαρμῷ;
通过何种净化?
τίς ὁ τρόπος τῆς ξυμφορᾶς;
这灾祸的方式究竟是什么?
§100ἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλιν §101λύοντας, ὡς τόδʼ αἷμα χειμάζον πόλιν.
或是放逐杀人者,或是以血还血来消除罪孽,因为正是这血给城市带来了风暴。
§102ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;
神明所指示的,究竟是哪个人的命运?
§103ἦν ἡμίν, ὦναξ, Λάϊός ποθʼ ἡγεμὼν §104γῆς τῆσδε, πρὶν σὲ τήνδʼ ἀπευθύνειν πόλιν.
主啊,在你执掌这城市之前,赖厄斯曾是这片土地的统治者。
§105ἔξοιδʼ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω.
我听闻而深知此事;但我从未见过他。
§106τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς §107τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας.
既然他已死去,神明现在明确命令我们,要亲手惩罚那些凶手。
§108οἳ δʼ εἰσὶ ποῦ γῆς;
但他们在世上的何处?
ποῦ τόδʼ εὑρεθήσεται §109ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;
这古老罪孽的难以追踪的足迹,又将在何处被发现?
§110ἐν τῇδʼ ἔφασκε γῇ· τὸ δὲ ζητούμενον §111ἁλωτόν, ἐκφεύγειν δὲ τἀμελούμενον.
神明说就在这片土地上;而被寻找的会被发现,被疏忽的则会逃逸。
§112πότερα δʼ ἐν οἴκοις ἢ ʼν ἀγροῖς ὁ Λάϊος §113ἢ γῆς ἐπʼ ἄλλης τῷδε συμπίπτει φόνῳ;
莱厄斯是在宫中,还是在田野里,又或是在别国土地上,遭遇了这场谋杀?
§114θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλιν §115πρὸς οἶκον οὐκέθʼ ἵκεθʼ, ὡς ἀπεστάλη.
据他自己说,他是作为朝圣使者出国,自出发后,就再也没有回到家乡。
§116οὐδʼ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ §117κατεῖδʼ, ὅτου τις ἐκμαθὼν ἐχρήσατʼ ἄν;
难道就没有使者,或者同行的伴侣目击此事,以便人们能探知实情并加利用吗?
§118θνῄσκουσι γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼν §119ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχʼ εἰδὼς φράσαι.
因为他们都死了,除了一人,他因恐惧而逃走,除了那一件事,对于他所见到的,他无法说出任何他所知道的事。
§120τὸ ποῖον;
那是哪一件事?
ἓν γὰρ πόλλʼ ἂν ἐξεύροι μαθεῖν, §121ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.
因为只要我们能获得一线希望的微小起点,一件事就可以引出发现许多事。
§122λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ §123ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.
他说,他们遭遇了强盗,强盗杀死了他,不是凭一个人的力量,而是纠集了众人之手。
§124πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ §125ἐπράσσετʼ ἐνθένδʼ, ἐς τόδʼ ἂν τόλμης ἔβη;
如果不是这里有人用金钱暗中主使,强盗怎敢做出如此胆大妄为之事?
§126δοκοῦντα ταῦτʼ ἦν· Λαΐου δʼ ὀλωλότος §127οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.
人们也是这样怀疑的;但莱厄斯死后,在灾难之中,没有任何人出来相助。
§128κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος §129οὕτω πεσούσης, εἶργε τοῦτʼ ἐξειδέναι;
王权已经这样陨落,究竟有什么灾祸横加阻拦,阻止了你们去查明真相?
§130ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖν §131μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.
歌声诡秘的神使斯芬克斯,诱使我们搁置那看不见的谜团,转而关注眼前的问题。
§132ἀλλʼ ἐξ ὑπαρχῆς αὖθις αὔτʼ ἐγὼ φανῶ· §133ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺ §134πρὸ τοῦ θανόντος τήνδʼ ἔθεσθʼ ἐπιστροφήν·
但我要再次从头开始,查明真相;因为福玻斯做得很值,你也做得当之无愧,为那死去的人展现出这般关切。
§135ὥστʼ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον §136γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θʼ ἅμα.
因此,你们理所当然会看到我作为盟友,为这片土地,同时也为神明复仇。
§137ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων, §138ἀλλʼ αὐτὸς αὑτοῦ τοῦτʼ ἀποσκεδῶ μύσος.
因为我清除这污秽不是为了疏远的友人,而是为了我自己。
§139ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχʼ ἂν §140κἄμʼ ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθʼ ἕλοι.
因为无论是谁杀死了他,也许也会用同样的一只手,对我这个复仇者进行加害。
§141κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.
因此,帮助他也就是在利于我自己。
§142ἀλλʼ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων §143ἵστασθε, τούσδʼ ἄραντες ἱκτῆρας κλάδους, §144ἄλλος δὲ Κάδμου λαὸν ὧδʼ ἀθροιζέτω, §145ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς §146σὺν τῷ θεῷ φανούμεθʼ ἢ πεπτωκότες.
那么,孩子们,快从台阶上站起来,带走这些祈求的花枝,让另一个人把卡德摩斯的人民召集到这里,因为我会尽一切努力;我们要么在神助下走向繁荣,要么归于毁灭。
§147ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν §148καὶ δεῦρʼ ἔβημεν ὧν ὅδʼ ἐξαγγέλλεται.
孩子们,我们站起来吧;因为正是为了这位君王所应允的事,我们才来到这里。
§149Φοῖβος δʼ ὁ πέμψας τάσδε μαντείας ἅμα §150σωτήρ δʼ ἵκοιτο καὶ νόσου παυστήριος.
愿那降下这些神谕的福玻斯,能作为救主和消除病痛者,一同降临。
§151ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου §152Πυθῶνος ἀγλαὰς ἔβας §153Θήβας;
哦,宙斯那美妙的神谕,你以怎样的姿态,从富庶黄金的皮托来到这辉煌的底比斯?
ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων, §154ἰήιε Δάλιε Παιάν,
我恐惧的心被拉紧,在战栗中颤抖,哦,大声呼求的提洛岛的派安!
§155ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον §156ἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος.
对你心怀敬畏,我思索着你将为我实现怎样的命运,是全新的,或者是随着岁月的流转再次偿还的债务。
§157εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα.
告诉我吧,哦,黄金希望之子,不朽的神谕。

词汇与语法注释

  1. §80εἰ γὰρ ... βαίη — εἰ γάρ 连用希求语气(βαίη)表示可以实现的愿望(“但愿……出现”)。
  2. §88πάντʼ ἂν εὐτυχεῖν — 动词 λέγω 后的代格不定式结构,不定式(εὐτυχεῖν)搭配 ἄν 表示间接引语中潜在的希求语气(εὐτυχοῖ ἄν)。
  3. §97ὡς τεθραμμένον — 与前面的代格名词 μίασμα 一致的分词。连词 ὡς 引入了神明所断定的主观理由或事实(“作为……被滋生出来的东西”)。
  4. §119ὧν εἶδε — 关系代词的格同化。原本应为代格 ἃ εἶδε(他所见的事物),但因受到被省略的属格先行词(τούτων “在那些事情中”)的影响而同化为属格 ὧν。

引用这一段

索福克勒斯, 俄狄浦斯王 §80-157. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg004.humanitext-grc2:80-157

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。